Jewish mysticism shelf · Testament of Solomon · Chapter 18 of 26 · Conybeare §72–107
The thirty-six heavenly bodiesTestament of Solomon 18
Public domain. Greek: the text of C. C. McCown’s 1922 critical edition (chapters 1–26), via Greek Wikisource. English: F. C. Conybeare, The Jewish Quarterly Review 11 (October 1898), translated from the single Paris manuscript printed by Fleck in 1837. Conybeare follows a different manuscript from McCown and numbers 130 short sections, so the two columns match by chapter, not line by line; his section numbers are shown in bold.
Greek McCown 1922
1Καὶ ἐκέλευσα παρεῖναί μοι ἕτερον δαίμονα. καὶ ἦλθον πρός με τὰ τριάκοντα ἓξ στοιχεῖα. αἱ κορυφαὶ αὐτῶν ὡς κύνες ἄμορφοι. ἐν αὐτοῖς δὲ ἦσαν ἀνθρωπόμορφα, ταυρόμορφα, θηριοπρόσωπα, δρακοντόμορφα, σφιγγοπρόσωπα, πτηνοπρόσωπα. 2καὶ ταῦτα ἰδὼν ἐγὼ Σολομῶν ἐπηρώτησα αὐτὰ λέγων· Καὶ ὑμεῖς τίνες ἔστε; αἱ δὲ ὁμοθυμαδὸν μιᾷ φωνῇ εἶπον· Ἡμεῖς ἐσμεν τὰ τριάκοντα ἓξ στοιχεῖα, οἱ κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου. 3ἀλλ᾽ οὐ δύνασαι ἡμᾶς, βασιλεῦ, ἀδικῆσαι οὐδὲ κατακλεῖσαι· ἀλλ᾽ ἐπειδὴ ἔδωκέ σοι ὁ θεὸς τὴν ἐξουσίαν ἐπὶ πάντων τῶν ἀερίων πνευμάτων καὶ ἐπιγείων καὶ καταχθονίων, ἰδοὺ παραστήκομεν ἔμπροσθέν σοι ὡς τὰ λοιπὰ πνεύματα. 4κἀγὼ δὲ Σολομῶν προσκαλεσάμενος τὸ ἓν πνεῦμα εἶπον αὐτῷ· Σὺ τίς εἶ; ὁ δὲ ἔφη μοι· Ἐγὼ δεκανὸς αʹ τοῦ ζωδιακοῦ κύκλου, ὃς καλοῦμαι Ῥύαξ. 5κεφαλὰς ἀνθρώπων ποιῶ ἀλγεῖν καὶ κροτάφους σαλεύω. ὡς μόνον ἀκούσω· Μιχαήλ, ἔγκλεισον Ῥύαξ, εὐθὺς ἀναχωρῶ. 6ὁ δεύτερος ἔφη· Ἐγὼ Βαρσαφαὴλ καλοῦμαι. ἡμικράνους ποιῶ τοὺς ἀνθρώπους τοὺς ἐν τῇ ὥρᾳ μου κειμένους. ὡς δὲ ἀκούσω· Γαβριήλ, ἔγκλεισον Βαρσαφαήλ, εὐθὺς ἀναχωρῶ. 7ὁ τρίτος ἔφη· Ἀρτοσαὴλ καλοῦμαι. ὀφθαλμοὺς ἀδικῶ σφόδρα. ὡς δὲ ἀκούσω· Οὐριήλ, ἔγκλεισον Ἀρτοσαήλ, εὐθὺς ἀναχωρῶ. 8ὁ τέταρτος ἔφη· Ἐγὼ καλοῦμαι Ὁροπέλ. λαιμοὺς καὶ συνάγχας καὶ σηπεδόνας ἐπιπέμπω. ὡς δὲ ἀκούσω· Ῥαφαήλ, ἔγκλεισον Ὁροπέλ, εὐθὺς ἀναχωρῶ. 9ὁ πέμπτος ἔφη· Ἐγὼ Καιρωξανονδάλον καλοῦμαι. ἐμφράξεις ὠτίων ποιῶ. ἐὰν δὲ ἀκούσω· Οὐρουήλ, ἔγκλεισον Καιρωξανονδάλον, εὐθὺς ἀναχωρῶ. 10ὁ ἕκτος ἔφη· Ἐγὼ Σφενδοναὴλ καλοῦμαι. παρυτίδας καὶ ὀπισθοτόνους ἐμποιῶ. ἐὰν δὲ ἀκούσω· Σαβαήλ, ἔγκλεισον Σφενδοναήλ, εὐθὺς ἀναχωρῶ. 11ὁ ἕβδομος ἔφη· Ἐγὼ Σφανδῶρ καλοῦμαι. ὤμων δύναμιν ἐλαττῶ καὶ χειρῶν νεῦρα παραλύω, καὶ μέλη κοπιάζω. ἐὰν δὲ ἀκούσω· Ἀραήλ, ἔγκλεισον Σφανδῶρ, εὐθὺς ἀναχωρῶ. 12ὁ ὄγδοος ἔφη· Ἐγὼ Βελβὲλ καλοῦμαι. καρδίας ἀνθρώπων καὶ φρένας διαστρέψω . . . ἐὰν δὲ ἀκούσω· Καραήλ, ἔγκλεισον Βελβέλ, εὐθὺς ἀναχωρῶ. 13ὁ ἔννατος ἔφη· Ἐγὼ Κουρταὴλ καλοῦμαι. στρόφους ἐγκάτων ἐπιπέμπω. ἐὰν δὲ ἀκούσω· Ἰαώθ, ἔγκλεισον Κουρταήλ, εὐθὺς ἀναχωρῶ. 14ὁ δέκατος ἔφη· Ἐγὼ Μεταθίαξ καλοῦμαι. νεφρῶν πόνους ποιῶ. ἐὰν δὲ ἀκούσω· Ἀδωναήλ, ἔγκλεισον Μεταθίαξ, εὐθὺς ἀναχωρῶ. 15ὁ ἑνδέκατος ἔφη· Ἐγὼ Κατανικοταὴλ καλοῦμαι. μάχας καὶ αὐθαδείας κατ᾽ οἴκους ἐπιπέμπω. ἐάν τις θέλει εἰρηνεύειν, γραψάτω εἰς ἑπτὰ φύλλα δάφνης τὰ ὀνόματα τὰ καταργοῦντά με· ἄγγελε· ἐαέ· ἰεώ· σαβαώθ· ἐγκλείσατε Κατανικοταήλ, καὶ πλύνας τὰ φύλλα τῆς δάφνης ῥανάτω τὸν οἶκον αὐτοῦ τῷ ὕδατι, καὶ εὐθὺς ἀναχωρῶ. 16ὁ δωδέκατος ἔφη· Ἐγὼ Σαφθοραὴλ καλοῦμαι. διχοστασίας ἐμβάλλω τοῖς ἀνθρώποις καὶ εὐφραίνομαι αὐτοὺς σκανδαλίζων. ἐάν τις γράψει ταῦτα· ἐαέ· ἰεώ· υἱοὶ Σαβαώθ, καὶ φορεῖ ἐν τῷ τραχήλῳ αὐτοῦ, εὐθὺς ἀναχωρῶ. 17ὁ τρίτος καὶ δέκατος ἔφη· Ἐγὼ Φοβοθὴλ καλοῦμαι. νευρῶν χαλάσεις ποιῶ. ἐὰν δὲ ἀκούσω· Ἀδωναΐ, εὐθὺς ἀναχωρῶ. 18ὁ τέταρτος καὶ δέκατος ἔφη· Ἐγὼ Λερωὴλ καλοῦμαι. ψῦχος καὶ ῥῖγος καὶ στομάχου πόνον ἐπάγω. ἐὰν ἀκούσω· Ἰάζ, μὴ ἐμμείνῃς, μὴ θερμάνῃς, ὅτι καλλίον ἐστι Σολομῶν ἕνδεκα πατέρων, εὐθὺς ἀναχωρῶ. 19ὁ πέμπτος καὶ δέκατος ἔφη· Ἐγὼ Σουβελτὶ καλοῦμαι. φρίκην καὶ νάρκην ἐπιπέμπω. ἐὰν δὲ ἀκούσω· Ῥιζωήλ, ἔγκλεισον Σουβελτί, εὐθὺς ἀναχωρῶ. 20ὁ ἕκτος καὶ δέκατος ἔφη· Ἐγὼ Κατρὰξ καλοῦμαι. ἐπιφέρω τοῖς ἀνθρώποις πυρετοὺς ἀνιάτους. ὁ θέλων ὑγιὴς γενέσθαι τριψάτω κολίανδρον καὶ ἐπιχριέτω τὰ χείλη λέγων· Ὁρκίζω σε κατὰ τοῦ Δάν, ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τοῦ θεοῦ, καὶ εὐθὺς ἀναχωρῶ. 21ὁ ἕβδομος καὶ δέκατος ἔφη· Ἐγὼ Ἰεροπὰ καλοῦμαι. ἐπὶ τοῦ στομάχου τοῦ ἀνθρώπου καθέζομαι, καὶ ποιῶ ἀσπασμοὺς ἐν βαλανείῳ· καὶ ἐν ὁδῷ εὑρίσκω τὸν ἄνθρωπον καὶ πτωματίζω. ὃς δ᾽ ἂν εἴπῃ εἰς τὸν δεξιὸν τοῦ πάσχοντος ἐκ τρίτου· Ἰούδα ζιζαβοῦ. ἰδέ, ποιεῖ με ἀναχωρεῖν. 22ὁ ὄγδοος καὶ δέκατος ἔφη· Ἐγὼ Μοδεβὴλ καλοῦμαι. γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζω. ἐάν τις γράψει τῶν ὀκτὼ πατέρων τὰ ὀνόματα καὶ θήσει αὐτὸ ἐν προθύροις, εὐθὺς ἀναχωρῶ. 23ὁ ἔννατος καὶ δέκατος ἔφη· Ἐγὼ καλοῦμαι Μαρδέρω. ἐπιφέρω πυρετοὺς ἀνιάτους· καὶ ἐν οἵῳ δὲ οἴκῳ γράψεις τὸ ὄνομά μου, εὐθὺς ἀναχωρῶ. 24ὁ εἰκοστὸς ἔφη· Ἐγὼ καλοῦμαι Ῥὺξ Ναθώθη. εἰς γόνατα καθέζομαι τῶν ἀνθρώπων. ἐάν τις γράψει εἰς χάρτην· Φνουνηβιήλ, εὐθὺς ἀναχωρῶ. 25ὁ πρῶτος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἀλὰθ καλοῦμαι. δύσπνοιαν τοῖς νηπίοις ἐμποιῶ. ἐάν τις γράψει· Ῥαριδέρις, καὶ βαστάζει, εὐθὺς ἀναχωρῶ. 26ὁ δεύτερος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ καλοῦμαι Ῥὺξ Αὐδαμεώθ. καρδιόπονον ἐπιπέμπω. ἐάν τις γράψει· Ῥαιουώθ, εὐθὺς ἀναχωρῶ. 27ὁ τρίτος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Μανθαδῶ καλοῦμαι. νεφροὺς ἀλγεῖν ποιῶ. ἐάν τις γράψει· Ἰαώθ, Οὐριήλ, εὐθὺς ἀναχωρῶ. 28ὁ τέταρτος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἀκτονμὲ καλοῦμαι. πλευρὰς ἀλγεῖν ποιῶ. ἐάν τις γράψει ἐν ὕλῃ ἀπὸ πλοίου ἀστοχήσαντος· Ἀερίου Μαρμαραώθ, εὐθὺς ἀναχωρῶ. 29ὁ πέμπτος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἀνατρὲθ καλοῦμαι. ζέσεις καὶ πυρώσεις εἰς σπλάγχνα ἀναστέλλω. ἐὰν ἀκούσω· Ἀραρὰ ἀραρή, εὐθὺς ἀναχωρῶ. 30ὁ ἕκτος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ ὁ Ἐναυθὰ καλοῦμαι. φρένας ἀποκλέπτω καὶ καρδίας ἀλλοιῶ. ἐάν τις γράψει· Καλαζαήλ, εὐθὺς ἀναχωρῶ. 31ὁ ἕβδομος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἀξησβὺθ καλοῦμαι. ὑπεκτικοὺς ποιῶ ἀνθρώπους καὶ αἱμορρόους. ἐάν τις ὁρκίσει με εἰς οἶνον ἄκρατον καὶ δώσει τῷ πάσχοντι, εὐθὺς ἀναχωρῶ. 32ὁ ὄγδοος καὶ εἰκοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἁπὰξ καλοῦμαι. ἀγρυπνίας ἐπιπέμπω. ἐάν τις γράψει· Κόκ· φνηδισμός, καὶ περιάψει τοῖς κροτάφοις, εὐθὺς ἀναχωρῶ. 33ὁ ἔννατος καὶ δέκατος ἔφη· Ἐγὼ Ῥὺξ Ἀνοστὴρ καλοῦμαι. μητρομανίας ἐπιπέμπω καὶ πόνους ἐν τῇ κύστει ποιῶ. Ἐάν τις εἰς ἔλαιον καθαρὸν τρεῖς κόκκους δάφνης λεάνας ἐπαλείψει λέγων· Ὁρκίζω σε κατὰ τοῦ Μαρμαραώθ, εὐθὺς ἀναχωρῶ. 34ὁ τριακοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Φυσικορὲθ καλοῦμαι. μακρονοσίαν ποιῶ. ἐάν τις βαλεῖ ἅλας εἰς ἔλαιον καὶ ἐπαλείψει τὸν ἀσθενὴν λέγων· Χερουβίμ, σεραφίμ, βοηθεῖτε, εὐθὺς ἀναχωρῶ. 35ὁ πρῶτος καὶ τριακοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἀλευρὴθ καλοῦμαι. ὀστέα ἰχθύος καταπίνων, ἐάν τις αὐτοῦ ἰχθύος ὀστέον ἐπιθήσει εἰς τὰ βύζια τοῦ πάσχοντος, εὐθὺς ἀναχωρῶ. 36ὁ δεύτερος καὶ τριακοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Ἰχθύον καλοῦμαι. νεῦρα παραλύω. ἐὰν δὲ ἀκούσω· Ἀδωναΐ μάλθη, εὐθὺς ἀναχωρῶ. 37ὁ τρίτος καὶ τριακοστὸς ἔφη· Ἐγὼ καὶ Ῥὺξ Ἀχωνεὼθ καλοῦμαι. ἐν τῷ φάρυγγι καὶ τοῖς παρισθμίοις πόνον ποιῶ. ἐάν τις εἰς φύλλα κισσοῦ γράψει· Λεικουργός, βοτρυδὸν ἀναχωρίς, εὐθὺς ἀναχωρῶ. 38ὁ τέτρατος καὶ τριακοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Αὐτὼθ καλοῦμαι. φθόνους φίλων καὶ μάχας ποιῶ. καταργεῖ με δὲ τὸ αʹ καὶ βʹ γραφόμενον. 39ὁ πέμπτος καὶ τριακοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Φθηνεὼθ καλοῦμαι. βασκαίνω πάντα ἄνθρωπον, καταργεῖ με δὲ ὁ πολυπαθὴς ὀφθαλμὸς ἐγχαραττόμενος. 40ὁ ἕκτος καὶ τριακοστὸς ἔφη· Ἐγὼ Ῥὺξ Μιανὲθ καλοῦμαι. τῷ σώματι ἐπίφθονός εἰμι· οἴκους ἐρημῶ· σάρκας ἀφανίζω. ἐάν τις γράψει ἐν τοῖς προθύροις τοῦ οἴκου οὕτως· Μέλπω ἀρδὰδ ἀναάθ, φεύγω ἐγὼ τοῦ τόπου. 41καὶ ταῦτα ἀκούσας ἐγὼ Σολομῶν ἐδόξασα τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ ἐκέλευσα αὐτοὺς ὕδωρ φέρειν. 42καὶ ηὐξάμην πρὸς τὸν θεὸν τοὺς τριάκοντα ἓξ δαίμονας τοὺς ἐμποδίζοντας τῇ ἀνθρωπότητι προσέρχεσθαι εἰς τὸν ναὸν τοῦ θεοῦ.
English Conybeare 1898
72. And I commanded another demon to come before me. And there came before my face thirty-six spirits, their heads shapeless like dogs, but in themselves they were human in form; with faces of asses, faces of oxen, and faces of birds. And I Solomon, on hearing and seeing them, wondered, and I asked them and said: "Who are you?" But they, of one accord with one voice, said113: "We are the thirty-six elements, the world-rulers114 of this darkness. But, O King Solomon, thou wilt not wrong us nor imprison us, nor lay command on us; but since the Lord God has given thee authority over every spirit, in the air, and on the earth, and under the earth, therefore do we also present ourselves before thee like the other spirits, from ram and bull, from both twin and crab, lion and virgin, scales and scorpion, archer, goat-horned, water-pourer, and fish.
73. Then I Solomon invoked the name of the Lord Sabaôth, and questioned each in turn as to what was its character. And I bade each one come forward and tell of its actions. Then the first one came forward, and said: "I am the first decanus115 of the zodiacal circle, and I am called the ram, and with me are these two." So I put to them the question: "Who are ye called?" The first said: "I, Lord, am called Ruax, and I cause the heads of men to be idle, and I pillage their brows. But let me only hear the words, 'Michael, imprison Ruax,' and at once I retreat."
74. And the second said: "I am called Barsafael, and I cause those who are subject to my hour116 to feel the pain of migrain117. If only I hear the words, 'Gabriel, imprison Barsafael,' at once I retreat."
75. The third said: "I am called Arôtosael. I do harm to eyes, and grievously injure them. Only let me hear the words, 'Uriel, imprison Aratosael' (sic), at once I retreat …118"
76. The fifth said: "I am called Iudal, and I bring about a block in the ears and deafness of hearing. If I hear, 'Uruel Iudal,' I at once retreat."
77. The sixth said: "I am called Sphendonaêl. I cause tumours of the parotid gland, and inflammations of the tonsils, and tetanic recurvation119. If I hear, 'Sabrael, imprison Sphendonaêl,' at once I retreat."
78. And the seventh said: "I am called Sphandôr, and I weaken the strength of the shoulders, and cause them to tremble; and I paralyze the nerves of the hands, and I break and bruise the bones of the neck. And I, I suck out the marrow. But if I hear the words, 'Araêl, imprison Sphandôr,' I at once retreat."
79. And the eighth said: "I am called Belbel. I distort the hearts and minds of men. If I hear the words, 'Araêl, imprison Belbel,' I at once retreat."
80. And the ninth said: "I am called Kurtaêl. I send colics in the bowels. I induce pains. If I hear the words, 'Iaôth, imprison Kurtaêl,' I at once retreat."
81. The tenth said: "I am called Metathiax. I cause the reins to ache. If I hear the words, 'Adônaêl, imprison Metathiax,' I at once retreat."
82. The eleventh said: "I am called Katanikotaêl. I create strife and wrongs in men's homes, and send on them hard temper. If any one would be at peace in his home, let him write on seven leaves of laurel the names of the angel that frustrates me, along with these names: Iae, Ieô, sons of Sabaôth, in the name of the great God let him shut up Katanikotaél. Then let him wash the laurel-leaves in water, and sprinkle his house with the water, from within to the outside. And at once I retreat."
83. The twelfth said: "I am called Saphathoraêl, and I inspire partisanship in men, and delight in causing them to stumble. If any one will write on paper these names of angels, Iaeô, Iealô, Iôelet, Sabaôth, Ithoth, Bae, and having folded it up, wear it round his neck or against his ear, I at once retreat and dissipate the drunken fit."
84. The thirteenth said: "I am called Bobêl (sic), and I cause nervous illness by my assaults. If I hear the name of the great 'Adonaêl, imprison Bothothêl,' I at once retreat."
85. The fourteenth said: "I am called Kumeatêl, and I inflict shivering fits and torpor. If only I hear the words: 'Zôrôêl, imprison Kumentaêl,' I at once retreat."
86. The fifteenth said: "I am called Roêlêd. I cause cold and frost and pain in the stomach. Let me only hear the words: 'Iax, bide not, be not warmed, for Solomon is fairer than eleven fathers,' I at retreat."
87. The sixteenth said: "I am called Atrax. I inflict upon men fevers, irremediable and harmful. If you would imprison me, chop up coriander120 and smear it on the lips, reciting the following charm: 'The fever which is from dirt. I exorcise thee by the throne of the most high God, retreat from dirt and retreat from the creature fashioned by God.' And at once I retreat."
88. The seventeenth said: "I am called Ieropaêl. On the stomach of men I sit, and cause convulsions in the bath and in the road; and wherever I be found, or find a man, I throw him down. But if any one will say to the afflicted into their ear these names, three times over, into the right ear: 'Iudarizê, Sabunê, Denôê,' I at once retreat."
89. The eighteenth said: "I am called Buldumêch. I separate wife from husband and bring about a grudge between them. If any one write down the names of thy sires, Solomon, on paper and place it in the ante-chamber of his house, I retreat thence. And the legend written shall be as follows: 'The God of Abram, and the God of Isaac, and the God of Jacob commands thee—retire from this house in peace.' And I at once retire."
90. The nineteenth said: "I am called Naôth, and I take my seat on the knees of men. If any one write on paper: 'Phnunohoêol, depart Nathath, and touch thou not the neck,' I at once retreat."
91. The twentieth said: "I am called Marderô. I send on men incurable fever. If any one write on the leaf of a book: 'Sphênêr, Rafael, retire, drag me not about, flay me not, and tie it round his neck,' I at once retreat."
92. The twenty-first said: "I am called Alath, and I cause coughing and hard-breathing in children. If any one write on paper: 'Rorêx, do thou pursue Alath,' and fasten it round his neck, I at once retire …121"
93. The twenty-third said: "I am called Nefthada. I cause the reins to ache, and I bring about dysury. If any one write on a plate of tin the words: 'Iathôth, Uruêl, Nephthada,' and fasten it round the loins, I at once retreat."
94. The twenty-fourth said: "I am called Akton. I cause ribs and lumbic muscles to ache. If one engrave on copper material, taken from a ship which has missed its anchorage, this: 'Marmaraôth, Sabaôth, pursue Akton,' and fasten it round the loin, I at once retreat."
95. The twenty-fifth said: "I am called Anatreth, and I send burnings and fevers into the entrails. But if I hear: 'Arara, Charara,' instantly do I retreat."
96. The twenty-sixth said: "I am called Enenuth. I steal away men's minds, and change their hearts, and make a man toothless (?). If one write: 'Allazoôl, pursue Enenuth,' and tie the paper round him, I at once retreat."
97. The twenty-seventh said: "I am called Phêth. I make men consumptive and cause hemorrhagia. If one exorcise me in wine, sweet-smelling and unmixed by the eleventh aeon122, and say: 'I exorcise thee by the eleventh aeon to stop, I demand, Phêth (Axiôphêth),' then give it to the patient to drink, and I at once retreat."
98. The twenty-eighth said: "I am called Harpax, and I send sleeplessness on men. If one write 'Kokphnêdismos,' and bind it round the temples, I at once retire."
99. The twenty-ninth said: "I am called Anostêr. I engender uterine mania and pains in the bladder. If one powder into pure oil three seeds of laurel and smear it on, saying: 'I exorcise thee, Anostêr. Stop by Marmaraô,' at once I retreat."
100. The thirtieth said: "I am called Alleborith. If in eating fish one has swallowed a bone, then he must take a bone from the fish and cough, and at once I retreat."
101. The thirty-first said: "I am called Hêphêsikireth, and cause lingering disease. If you throw salt, rubbed in the hand, into oil and smear it on the patient, saying: 'Seraphim, Cherubim, help me!' I at once retire."
102. The thirty-second said: "I am called Ichthion. I paralyze muscles and contuse them. If I hear: 'Adonaêth, help!' I at once retire."
103. The thirty-third said: "I am called Agchoniôn. I lie among swaddling-clothes and in the precipice. And if any one write on fig-leaves 'Lycurgos,' taking away one letter at a time, and write it, reversing the letters, I retire at once. 'Lycurgos, ycurgos, kurgos, yrgos, gos, os123.'"
104. The thirty-fourth said: "I am called Autothith. I cause grudges and fighting. Therefore I am frustrated by Alpha and Omega, if written down."
105. The thirty-fifth said: "I am called Phthenoth. I cast evil eye on every man. Therefore, the eye much-suffering, if it be drawn, frustrates me."
106. The thirty-sixth said: "I am called Bianakith. I have a grudge against the body. I lay waste houses, I cause flesh to decay, and all else that is similar. If a man write on the front-door of his house: 'Mêltô, Ardu, Anaath,' I flee from that place."
107. And I Solomon, when I heard this, glorified the God of heaven and earth. And I commanded them to fetch water in the Temple of God. And I furthermore prayed to the Lord God to cause the demons without, that hamper humanity, to be bound and made to approach the Temple of God. Some of these demons I condemned to do the heavy work of the construction of the Temple of God. Others I shut up in prisons. Others I ordered to wrestle with fire in (the making of) gold and silver, sitting down by lead and spoon. And to make ready places for the other demons in which they should be confined.
Conybeare’s notes
- ὁμοθυμαδὸν μιᾷ φωνῇ: Acts ii. 1. ↩
- κοσμοκράτορες. Cp. Paul, Eph. vi. 12; Origen, c. Celsum, viii. 58. ↩
- δέκανος ↩
- τοὺς ἐν τῇ ὥρᾳ μου κειμένους ↩
- ἡμικράνοες (sic). ↩
- There seems to be a lacuna here. ↩
- The Greek medical terms which stand in the Greek text are found in Hippocrates, Galen, and Cael. Aurel. ↩
- Pliny, Nat. Hist. xx. 20, notes the same use of coriander: "Seminis grana tria in tertianis devorari iubent aliqui ante accessionem, vel plura illini fronti." The Testament evidently belongs to Pliny's age. ↩
- There must here be a lacuna in the text. ↩
- A Gnostic reference. Just above "eleven fathers" were mentioned. ↩
- βοτρυδόν, for which Bornemann conjectures βουστροφηδόν. There is a parallel in a magic papyrus edited by Dieterich (Abraxas, p. 185): τὰς κεραίας τῶν ὀνομάτων ἀποσπάσας βοσπεαδιι καὶ τῶν ἑπτὰ ἀστέρων· αεηιουω εηιουω ηιουω ιουω ουω υω ω ωουιηεα ουιηεα υιηεα ιηεα ηεα εα α. ↩
English: F. C. Conybeare, “The Testament of Solomon”, The Jewish Quarterly Review 11 (1898), pp. 1–45, public domain, text via English Wikisource. Footnotes are Conybeare’s. Greek: Διαθήκη τοῦ Σολομῶντος, Greek Wikisource (revision 126798), following C. C. McCown, The Testament of Solomon (Leipzig: Hinrichs, 1922), public domain; scan at Internet Archive.
