Sign in with AskRue™

ARCHANGELRAZIEL

Hall of Raziel™

Raziel's Library™

Comparisons

Gutenberg Bible

Raziel's Voice™

Sign in with AskRue™

Terms

Privacy

Raziel's Mercy™

, and of the Ages

Raziel's Library™ Raziel's Library™ holds Sefer Raziel ha-Malakh, the book he carries (Amsterdam 1701), the Key of Solomon, and Agrippa's De occulta philosophia. It also holds the Gutenberg Bible, 1 Enoch, Jubilees, and the Book of Giants. Enter the Library → Hall of Raziel™ chat room Coming Soon. In the meantime, join us on RUEZALS.chat. Enter RUEZALS.chat Sefer Raziel ha-Malakh The book in his hands. Amsterdam 1701, Hebrew and English, in Raziel's Library™. Open the book →
Hall of Raziel™ › Raziel's Library™ › The Hygromanteia › Herbs of the twelve signs

Solomonic shelf · The Hygromanteia · Herbs of the signs · 19 of 21

Herbs of the twelve signsHouse translation from the Greek of Heeg, 1911 · working translation

Public domain Greek; working English. Greek: Joseph Heeg, “Hygromantia Salomonis,” in Catalogus Codicum Astrologorum Graecorum VIII.2 (Brussels: Henri Lamertin, 1911), from Codex Monacensis Graecus 70, public domain (Public Domain Mark 1.0). English: House translation from the Greek of Heeg’s 1911 edition. This is a working translation of the treatise as Heeg printed it from the Munich manuscript (the little key, the dialogue, the planetary hours, the angels and demons of the hours, the prayers, the characters, and the plants), together with a short hermetic appendix on the peony that Heeg printed from Vaticanus Graecus 952. It is not the copyrighted modern English of Marathakis 2011, which was not used.

Greek Heeg 1911

Τοῦ Κριοῦ τὸ βοτάνον ἐστὶν τὸ μυριόφυλλον· ἔχει δὲ δύναμιν θαυμαστὴν ὁ ζωμὸς αὐτοῦ σμιγεὶς μετὰ ῥοδίνου ἐλαίου, ὅταν κυριεύει <τὸ> αὐτὸ ζῴδιον, καὶ πληγὴν θανάσιμον ἀπὸ μαχαίρας διὰ τριῶν ἡμερῶν ὑγιῆ ἀποκαταστήσει· τοῦ δὲ ζωμοῦ αὐτοῦ ἀλειφομένου τὰ πνεύματα τὰ κακὰ λυσιτελοῦσι πρὸς αὐτὸν ἔχοντα αὐτά. ποιεῖ καὶ εὖ ἔχοντα πρὸς αὐτόν. ἡ δὲ ῥίζα περιαπτομένη τὸν δεξιὸν βραχίονα χαριέστατον ποιεῖ τὸν βαστάζοντα αὐτὴν καὶ πᾶσα λύπη ἀπὸ τὸν φοροῦντα διωχθήσεται.

Τὸ βοτάνον τοῦ Ταύρου ἐστὶ τὸ τριφύλλιον· τοῦτο δὲ ἔπαρον, ὅταν κυριεύει τὸ αὐτὸ ζῴδιον, ἤγουν ὁ Ταῦρος. ἔχει δὲ ἐνεργείας τοιαύτας· τὸν καρπὸν αὐτοῦ καὶ τὰ ἄνθη βάλε εἰς δέρμα ἀγέννητον βοὸς καὶ βάσταζε ὅταν ὑπάγεις εἰς βασιλεῖς καὶ εἰς αὐθέντας καὶ ἄρχοντας καὶ ἔχεις μεγάλην τιμήν. τὰ δὲ φύλλα αὐτῶν ἀλειφόμενα «…» ὁ ζωμὸς τοὺς ὀφθαλμοὺς <καὶ> πάντα πόνον ὀφθαλμῶν ἰᾶται. ἡ δὲ ῥίζα περιαπτομένη δαίμονας καὶ ἀγελούδας ἀποδιώκει.

Τὸ βοτάνον τῶν Διδύμων ἐστὶ τὸ ξίφιον· ὅταν δὲ κυριεύει τὸ αὐτὸ ζῴδιον, ἔπαρον αὐτοῦ τὰ ἄνθη καὶ βάλε αὐτὰ εἰς κοιτάριν παιδίου γεννηθέντος καὶ βάσταζε καὶ ἔσῃ ἠγαπημένος ἀπὸ μικρῶν ἕως μεγάλων. τὰ δὲ φύλλα αὐτοῦ περιαπτόμενα δαιμονιζομένους ἰαθήσεται. τὴν δὲ ῥίζαν αὐτοῦ τὴν ἄνωθεν δὸς φαγεῖν ἀνθρώπῳ ἢ ζῴῳ, καὶ ἀγαπήσει σε, τὴν δὲ κάτω ῥίζαν ἐπίδος καὶ μισηθήσονται.

Τὸ βοτάνον τοῦ Καρκίνου ἐστὶν ἡ μανδραγοῦρα· ταύτην ἔπαρον, ὅταν κυριεύει τὸ αὐτὸ ζῴδιον ὁ Καρκίνος. τὰ ἄνθη τὰ ὦτα ἀλειφόμενα πᾶσαν νόσον κεφαλαλγίας ἰᾶται. τὴν δὲ ῥίζαν αὐτῆς δίδου φαγεῖν γυναικὶ στείρᾳ σιταρόκουκκα δύο ἀπὸ πρώτης ἡμέρας τῆς καθάρσεως αὐτῆς καὶ μέχρι ἡμερῶν δέκα τεσσάρων καὶ συλλήψεται, καὶ ἂς βαστάζει καὶ ἐκ τῆς βοτάνης.

Τὸ βοτάνον <τοῦ Λέοντος> ἐστὶν ἡ βαλωτὴ λεγομένη· ταύτην ἔπαρον εἰς τὴν ἡμέραν, ὅπου κυριεύει τὸ ζῴδιον αὐτῆς, καὶ τὸν ζωμὸν λαβὼν ἄλειψον κόκκαλα συνεθλασμένα καὶ δῆσον. καὶ στερεωθήσονται παραδόξως. τὴν δὲ ῥίζαν βάσταζε καὶ ἀγρεύσεις πλείστους ἰχθύας. εἰ δὲ καὶ σμίξεις τὸν ζωμὸν τῶν φύλλων μετὰ ἐλαίου, ἔσται ἀντὶ βαλσάμου ἰδίου.

Στρύχνος βοτάνον ἐστὶ τῆς Παρθένου· ταύτην ἔπαρον εἰς τὴν ὥραν καὶ ἡμέραν, ὅταν κυριεύει ἡ Παρθένος· καὶ ἔπαρον τὰ φύλλα αὐτῆς καὶ τῶν καρπῶν καὶ ἕσμιξον στέαρ ἄρκιον καὶ ἄλειψον ῥευματιζομένους καὶ παραυτίκα ἰαθήσονται. καὶ ἔπαρον τὰ κλάδη τῆς βοτάνης καὶ ποίησον στέφανον καὶ φόρησον νεάνιδα, καὶ εἰ μὲν γελάσῃ, ἐφθάρη καὶ οὐκ ἔστι παρθένος· εἰ δὲ στυγνάσει ἢ κλαύσει, ἔστι παρθένος· τὴν δὲ ῥίζαν αὐτῆς ἐὰν κλείσεις μετὰ δέρματος λύκου καὶ βαστάζεις, ἔσῃ ἀκαταγώνιστος νικῶν πάντας.

Τοῦ Ζυγοῦ τὸ βοτάνον ἐστὶν ἡ βελόνικη· ταύτην ἔπαρον, ὅταν κυριεύει ὁ Ζυγός. ἔχει γοῦν ἐνεργείας μεγάλας· ὁ καρπὸς αὐτῆς πινόμενος δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ λιθιῶντας καὶ στρόφους κοιλίας ἰᾶται. τὰ δὲ φύλλα αὐτῆς ἐσθιόμενα πάντα πόνον τὸν ἐσθίοντα παραδόξως ἰᾶται. ἡ δὲ ῥίζα καπνιζομένη συνάχια καὶ καταρρόους καὶ μάγια ἰᾶται. πάλιν τὴν ῥίζαν περίάψον ἐν δέρματι ἀλωπέκου, καὶ δῆσον ἐν τῷ δεξιῷ βραχίονι καὶ ἔσῃ μὴ φοβούμενος λῃστὰς ἤτε δαίμονας.

Τοῦ Σκορπίου τὸ βοτάνον ἐστὶ τὸ κυνόγλωσσον· τοῦτο ἔπαρον, ὅταν ὁ Σκορπίος κυριεύει. ἔχει δὲ δύναμιν θαυμαστὴν καὶ φρικτήν. ἔπαρον γοῦν τὸν σπόρον αὐτοῦ καὶ περίάψον αὐτὸν ἐν ἐλαφινῷ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ φανεῖ φοβερὸς καὶ ἔνδοξος. καὶ ὅ τι ἂν εἴποις ὡς ψευδές, ὡς θεόν σε πιστεύσουσι. τὰ δὲ φύλλα τρίψας ἔπαρον τὸν ζωμὸν καὶ σμίξον μετὰ κρίνου ἐλαίου, καὶ ἄλειψον πᾶσαν πληγὴν καὶ παραδόξως ἰᾶται· τὴν δὲ ῥίζαν βάλε ἐν τῇ χειρί σου καὶ κύνες οὐ λακτίσουσί σε. πάλιν τὴν βοτάνην ὁλόκληρον τρίψας ποίησον ἀλειφὴν μετὰ στέατος ἀρκίου καὶ ἄλειψον ῥευματιζομένους καὶ ἐν τρισὶν ἡμέραις ἰαθήσονται. εἰ δὲ ἐκ τῆς ῥίζης δώσεις φαγεῖν παντὶ ζῴῳ ἀγρίῳ, ἡμερωθήσεται. ἔχει δὲ καὶ ἑτέρας ἐνεργείας, ἅπερ ἡ πεῖρα φανερώσει αὐτάς.

Τοῦ Τοξότου τὸ βοτάνον ἐστὶν ἡ ἀνακάρδιος· ταύτην ἔπαρον, ὅταν τὸ ζῴδιον ὁ Τοξότης κυριεύει. καὶ τυλίξας τὴν ῥίζαν αὐτῆς ὅλην μετὰ ἀλώπεκος δέρμα καὶ βάσταζε κατὰ κεφαλῆς καὶ ἔσῃ νικῶν πάντας διδασκάλους, δικαστάς, κριτάς, βασιλεῖς καὶ τυράννους. τὰ δὲ φύλλα τρίψας ποίησον κηρωτὴν καὶ τίθει εἰς πᾶσαν φλεγμονὴν καὶ πόνον νεφρῶν καὶ ἰαθήσεται παραδόξως, ὥστε θαυμάζειν πάντας. ἔχει δὲ καὶ ἄλλην ἐνέργειαν ἡ ῥίζα αὐτῆς· τιθεμένη ἐν οἰκίᾳ εὐτυχίαν καὶ εὐδαιμονίαν ἐν τῷ οἴκῳ ἐκείνῳ παρέχει· καὶ μὴ θαυμάσῃς τὴν εὐτυχίαν τῆς βοτάνης, ἀλλ’ εἰς τὸν θεὸν τὸν διδόντα τὰς χάριτας.

Τοῦ Αἰγοκέρω <τὸ> βοτάνον ἐστὶν τὸ λεγόμενον τράγιον· τοῦτο ἔπαρον, ὅταν τὸ ζῴδιον κυριεύει. ἐὰν γὰρ ἐκ τοῦ καρποῦ δώσῃς γυναικὶ πιεῖν, ὀλίγας ἡμέρας ζήσεται. εἰ δὲ τὰ φύλλα αὐτοῦ βαστάσεις, ἅπαντα τὰ θηρία φεύξονται ἀπὸ σοῦ· τὸ δὲ μεγαλώτερον, ἐάν τις τὴν βοτάνην βαστάζει καὶ περικυκλώσουσιν αὐτὸν θηρίων πλήθη καὶ λεόντων, ὡς θεῷ αὐτῷ προσσεγίσουσιν καὶ οὐ προσψαύσουσιν αὐτόν, ἀλλ’ οὐδὲ βλάψουσιν αὐτόν, ἐὰν μὲ ταῦτα κοιμηθῇ. τὴν δὲ ῥίζαν δὸς φαγεῖν ἐπιληπτικῷ, ἐν τρισὶν ἑβδομάσι καὶ ἄκρως ἰαθήσεται καὶ ἀφοβίαν ἕξει, ἐν ᾧ τόπῳ εὑρίσκεται ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ καὶ ἐν παντὶ καιρῷ καὶ ἐν παντὶ τόπῳ. εἰ δὲ βαστάζει αὐτὸ ὡς φυλακτήριον, προφητικὴ χάρις ἐκ θεοῦ ἐπελεύσεται.

Τοῦ Ὑδροχόου <τὸ> βοτάνον ἐστὶ τὸ λεγόμενον βατράχιον· τοῦτο τρίψας τὰ φύλλα καὶ τὸν ζωμὸν φυλάξας ἐπίδος εἴ τινος χρήζεις ἵνα ποιήσει αὐτῷ σπασμωδεῖν <καὶ> θάνατον κατεργάζεται. ἔπαρον δὲ αὐτοῦ τὴν ῥίζαν καὶ βάλλε εἰς δέρμα ἰχθύος, ὅταν ὁ Ὑδροχόος κυριεύει, καὶ βάλε εἰς πλοῖον καὶ ναυαγήσει, ἐν ᾧ τόπῳ ἀπέλθῃ. τὰ δὲ ἄνθη αὐτοῦ βασταζόμενος ἰᾶται. ἔχει δὲ καὶ ἑτέρας ἐνεργείας ἡ βοτάνη αὕτη. ἐὰν τὰ φύλλα τρίψεις καὶ μετὰ ἀλεύρου ἐπιμίξεις καὶ βάλε εἰς σηπεδόνας καὶ ἥλους τραυμάτων, ἐν τρισὶν ὥραις αὐτοῦ ἀπαλλάττει.

Τοῦ Ἰχθύος τὸ βοτάνον ἐστὶν ἡ ἀριστολοχία· ὅταν γοῦν κυριεύει τὸ ζῴδιον, ἔπαρον αὐτό. ἔχει δὲ χάριτας μεγάλας· ὁ καρπὸς αὐτοῦ τιθεὶς μετὰ οἴνου καὶ μέλιτος πᾶσαν νόσον τοῦ σώματος ἀποδιώκει. ἡ δὲ ῥίζα καπνιζομένη καὶ βασταζομένη πᾶν δαιμόνιον καὶ πᾶσαν ἀχλὺν ἀπελαύνει καὶ πᾶσαν νόσον καὶ μάστιγας ἀπὸ τὸν ἐσθίοντα τὴν ῥίζαν αὐτῆς ἐκδιώκει. ἔστι δὲ καὶ αὐτὴ ἀντιφάρμακον πάντων τῶν ἰοβόλων. ὅλος γὰρ ἄνθρωπος δαχθεὶς καὶ ἐκ παντὸς ὄφεως εἴτε δηλητηρίου μιανθεὶς, ταῦτα ποιῶν καὶ θήσας αὐτὰ ἐπάνω, παραυτίκα ἰαθήσεται.

English House translation, working

The plant of the Ram (Aries) is myriophyllon (milfoil, yarrow). Its juice, mixed with oil of roses when that sign rules, has a wonderful power, and will restore a deadly wound from a knife to health within three days. When its juice is smeared on, the evil spirits are of use toward the one who has them; it also makes him well-disposed toward him. The root, worn as an amulet on the right arm, makes the one who carries it most favored, and every grief will be driven from the one who wears it.

The plant of the Bull (Taurus) is triphyllion (trefoil, clover). Take it when that same sign rules, that is, the Bull. It has operations such as these: put its fruit and its flowers into the skin of an unborn calf and carry it when you go to kings and to masters and to rulers, and you have great honor. Their leaves, when they are smeared on — [Heeg marks a lacuna here] — the juice heals the eyes and every pain of the eyes. The root, worn as an amulet, drives away demons and wandering spirits (ageloudas).

The plant of the Twins (Gemini) is xiphion (gladiolus, corn-flag). When that same sign rules, take its flowers and put them into the caul of a new-born child and carry it, and you will be loved from the small to the great. Its leaves, worn as an amulet, will heal those possessed by a demon. Give its upper root to a person or an animal to eat, and it will love you; give the lower root, and they will be hated.

The plant of the Crab (Cancer) is the mandrake (mandragoura). Take it when that same sign, the Crab, rules. The flowers, smeared on the ears, heal every disease of headache. Give its root to a barren woman to eat, two grains of it, from the first day of her purification until fourteen days, and she will conceive; and let her also carry some of the plant.

The plant <of the Lion (Leo)> is the one called balote (ballote, black horehound). Take it on the day when its sign rules, and taking the juice smear it on bones that have been crushed, and bind them, and they will be made firm contrary to expectation. Carry the root and you will catch a great many fish. And if you also mix the juice of the leaves with oil, it will serve in place of a balsam of its own.

Strychnos (nightshade) is the plant of the Virgin (Virgo). Take it in the hour and day when the Virgin rules; take its leaves and those of the fruits and mix in bear’s fat and smear those who suffer from a flux, and they will be healed at once. And take the twigs of the plant and make a wreath and put it on a young woman: if she laughs, she has been corrupted and is not a virgin; if she is downcast or weeps, she is a virgin. If you enclose its root in a wolf’s skin and carry it, you will be unconquerable, overcoming all.

The plant of the Balance (Libra) is belonike (the identification is uncertain; the name is left as Heeg printed it). Take it when the Balance rules. It has, then, great operations: its fruit, drunk, heals those possessed by a demon and those who suffer from the moon (epilepsy) and those with the stone and gripes of the belly. Its leaves, eaten, heal contrary to expectation every pain of the one who eats them. The root, used as a fumigation, heals coughs and catarrhs and spells. Again, hang the root in a fox’s skin, and bind it on the right arm, and you will not fear robbers or demons.

The plant of the Scorpion (Scorpio) is cynoglosson (hound’s-tongue). Take it when the Scorpion rules. It has a wonderful and formidable power. Take, then, its seed and hang it in deer-skin, keeping yourself from every wicked deed, and you will appear fearful and glorious. And whatever you say, even if it is false, they will trust you as a god. Crush the leaves, take the juice and mix it with oil of lily, and smear every wound, and it is healed contrary to expectation. Put the root in your hand and dogs will not bite you. Again, crush the whole plant, make an ointment with bear’s fat, and smear those who suffer from a flux, and within three days they will be healed. If you give some of the root to any wild animal to eat, it will be tamed. It has also other operations, which trial will make plain.

The plant of the Archer (Sagittarius) is anakardios (anacardium). Take it when the sign the Archer rules. Wrap the whole of its root in a fox’s skin and carry it at the head, and you will be one who overcomes all teachers, judges, umpires, kings, and tyrants. Crush the leaves, make a cerate, and set it on every inflammation and pain of the kidneys, and it will be healed contrary to expectation, so that all wonder. Its root has also another operation: set in a house, it gives good fortune and happiness in that house. And do not wonder at the good fortune of the plant, but look to the God who gives the graces.

The plant of the Goat-horn (Capricorn) is the one called tragion. Take it when the sign rules. If you give a woman some of the fruit to drink, she will live only a few days. If you carry its leaves, all the beasts will flee from you. And, what is greater, if someone carries the plant and crowds of beasts and of lions surround him, they will approach him as a god and will not touch him, nor will they harm him, even if he sleeps with these things. Give the root to an epileptic to eat: within three weeks he will be thoroughly healed and will have fearlessness, in whatever place he is, by night and by day and at every time and in every place. If he carries it as a phylactery, a prophetic grace from God will come upon him.

The plant of the Water-pourer (Aquarius) is the one called batrachion (buttercup, ranunculus). Crush the leaves and, keeping the juice, give it if you have need that it should make someone convulse, and it works death. Take its root and put it into a fish-skin when the Water-pourer rules, and put it into a ship, and the ship will be wrecked, in whatever place it goes. One who carries its flowers is healed. This plant has also other operations. If you crush the leaves and mix them with meal and put them on sores and the scars of wounds, it delivers from them within three hours.

The plant of the Fish (Pisces) is aristolochia (birthwort). When, then, the sign rules, take it. It has great graces: its fruit, set with wine and honey, drives away every disease of the body. The root, used as a fumigation and carried, drives off every demon and every mist, and drives out every disease and scourge from the one who eats its root. It is itself also an antidote to all venomous things. For a person wholly bitten, or defiled by any serpent or by a poison, if he does these things and lays them on, will be healed at once.

Notes on this portion

Heeg pp. 159–162, from f. 249 to f. 251. Heeg notes that the chapters on the plants of the twelve signs and of the seven planets are excerpted from hermetic books of that kind, and he prints them here from the same Munich manuscript. The copy has several short blank spaces after the signs, which Heeg records; they are not filled in here. Plant names are given as Heeg printed them, with a brief English identification where it is reasonably clear; uncertain names are left in transliteration. Working translation; Marathakis 2011 was not used.

Greek: Joseph Heeg, “Hygromantia Salomonis,” Catalogus Codicum Astrologorum Graecorum VIII.2 (Brussels: Henri Lamertin, 1911), pp. 143–165 from Codex Monacensis Graecus 70, and, for the appendix on the peony, pp. 167–171 from Vaticanus Graecus 952; scan at Internet Archive (Public Domain Mark 1.0). English: House translation from the Greek of that edition, a working translation.