Solomonic shelf · The Hygromanteia · Appendix · Vaticanus Graecus 952 · 21 of 21
On the herb called peonyHouse translation from the Greek of Heeg, 1911 · working translation
Public domain Greek; working English. Greek: Joseph Heeg, “Hygromantia Salomonis,” in Catalogus Codicum Astrologorum Graecorum VIII.2 (Brussels: Henri Lamertin, 1911), from Codex Monacensis Graecus 70, public domain (Public Domain Mark 1.0). English: House translation from the Greek of Heeg’s 1911 edition. This is a working translation of the treatise as Heeg printed it from the Munich manuscript (the little key, the dialogue, the planetary hours, the angels and demons of the hours, the prayers, the characters, and the plants), together with a short hermetic appendix on the peony that Heeg printed from Vaticanus Graecus 952. It is not the copyrighted modern English of Marathakis 2011, which was not used.
Greek Heeg 1911
Περὶ τῆς βοτάνης τῆς καλουμένης παιωνίας.
Παιωνία δὲ εἴρηται διὰ τὸ τὸν Παίωνα αὐτὴν εὑρηκέναι, ἣ τις τετελεσμένη λέγεται ἐν τῇ πρὸ ταύτης βίβλῳ ἀρχαϊκῇ καλουμένῃ, ἔχει δὲ οὕτως· ἐν μειώσει Σελήνης ποίησον εὑρεῖν παιωνίαν. ἱστάσθω δὲ ἐν τόπῳ περιφανεῖ καὶ περιβλέπτῳ· καὶ τοῦτο δυνήσει ποιῆσαι, ὅταν εἰσέλθῃ ὁ Ἥλιος Παρθένῳ ζῳδίῳ· πλεῖσται δὲ φύονται περὶ τὸν Ἑρμῶνα ὄρος καὶ περὶ τὰ Ταυρομένια καὶ εἰς Βαβυλῶνα τὴν μεγάλην καὶ περὶ τὴν Θρᾴκην <καὶ> πέρα Γαδείρων <καὶ> ἐν τῷ Αἰγαίῳ κόλπῳ. φύονται δὲ καὶ ἐν ἄλλοις τόποις, ἀλλ’ οὐ τοσαύτην ὡς ἐκεῖναι τὴν δύναμιν ἔχουσιν ἐκ τῆς θέσεως τοῦ τόπου καὶ τῶν ζῳδίων κλήρου <καὶ> τῆς φυσικῆς ἀπορροίας. ὃ καὶ αὐτὸς δυνήσει ποιῆσαι οὕτως.
Ἐπειδήπερ ἀναγκαῖον, ὡς εἴρηται, ἐν διαφανεῖ τόπῳ ἑστάναι τὴν ἱερὰν ταύτην βοτάνην, λαβὼν κόκκον παιωνίας μεμυκότα καὶ ἕτερον ἐκ τοῦ κεχηνότος στύρακος καὶ περιειλήσας φύλλοις ἑπτὰ τῆς αὐτῆς βοτάνης ἁγνὸς χῶσον ἐν ὑψηλῷ τόπῳ, ἔνθα βούλει. καὶ ὅταν ἀναφύῃ καὶ δείλῃ γένηται, εὑρήσεται· φυλάττου δὲ αὐτὴν ἀπὸ ὑετῶν καὶ ἀνέμων καὶ ταραχῆς ἀερινῆς. ἐν ἡμέρᾳ γοῦν Σελήνης ὥρας α΄ ἀρχομένης, ἤτοι ἐν τῇ ὥρᾳ αὐτῆς οὔσης ἐν ἀποκρούσει, Ἡλίου ὄντος ἐν Παρθένῳ πρὸ τοῦ ἀνατεῖλαι τὸν Ἥλιον ἄπελθε ἁγνὸς καὶ ἔχων ἐξ ἑτοίμου δέρμα φώκης τετελεσμένης καὶ αὐτῆς ἐν τῇ ἀνατομῇ αὐτῆς, καθώς σοι εἴρηται ἐν ταύτῃ τῇ ἱερᾷ βίβλῳ περὶ ἀνατομῶν· γράψον ἐπάνω τοῦ δέρματος ταῦτα καὶ κρέμασον μετὰ μετάξης ἁληθινῆς περὶ τὴν ῥίζαν αὐτῆς· ἃ δὲ μέλλεις γράψαι, εἰσὶ ταῦτα· «Sequuntur signa magica, cf. tab. II, 1.» κρεμῶν δὲ αὐτὰ λέγε καὶ ταῦτα.
Εὐλογητὸς ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ εὐλογημένον καὶ δεδοξασμένον τὸ ὄνομά σου τὸ ἀρχέγονον. σὲ αἰνεῖ πᾶσα φύσις καὶ σὲ δοξάζει ἡ τῶν ἁπάντων παρὰ σοῦ ἰσχύς· σὺ γὰρ εἶ μόνος τέλειος, ἄναρχος, ἀόρατος, ἀπρόσιτος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀψηλάφητος, ἀΐδιος, ἀνεξιχνίαστος, ἀνεξερευνήνητος, ἀκατάληπτος, ἀρχὴ καὶ τέλος, Ἄλφα, Ἀδωναί, Σαβαώθ, Σεμιμεφοράζ, Γεσεραγε, Ἀμνοιά, Ἰανά, Σαδαέ. σὺ εἶ ὁ πτωχίζων καὶ πλουτίζων, ταπεινῶν ὑψῶν, παιδεύων καὶ ἰώμενος, θανατῶν καὶ ζωογονῶν. σὺ οὖν, κύριε, τῶν δυνάμεων, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου καὶ ἀπὸ θρόνου δόξης σου καὶ δός μοι τῷ δούλῳ σου τὴν χάριν ταύτην, ἵνα γένηται ἡ βοτάνη αὕτη ἐν αἷς ἂν χρήσωμαι θεραπείαις καὶ πράξεσιν ὠφέλιμος, ὅτι εὐλογημένον καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας ἀμήν.
Εἶτα καὶ τῇ Χαλδαϊκῇ καὶ Συρικῇ καὶ Περσικῇ διαλέκτῳ ταῦτα. Χαίγ, Χάφ, Γιάπ, Λιάφ, Μηλάχ, Φάλ, Φάντ, Μρέλ, Σουλφάμ, Μπερχάμ, Τίμ, Λιάς, Ἀχρουάς, Μουζουπάτ, Λιρχάμ, Ζαλφά, Νώ, Πόθ, Σέρφου, Σίλφον, Νάμχ, Ταχά, Σιλχά, Μπεμελόν. Ἀμήν, ἀμήν, ἀμὴν πάντοτε.
Καὶ πάλιν τὴν εὐχὴν ταύτην· ὁ θεὸς ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐξέτειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. καὶ τὴν μὲν προτέραν εὐχὴν λέξον ἑπτάκις.
Ταύτην δὲ τὴν Χαλδαϊκὴν καὶ Συρικὴν μίαν. καὶ ποιήσας οὕτως ἔτασον ἐκεῖσε ἄχρι ἡμερῶν ἑπτά. ἀπερχόμενος καθεκάστην ἐπίλεγε τὰς εὐχὰς πρὸ τοῦ ἀνατεῖλαι τὸν Ἥλιον. τῇ γοῦν ἐλευσομένῃ δευτέρᾳ ἀπελθὼν ὥρᾳ πρώτῃ ἔχων μετὰ σοῦ καὶ κεραμίτην λίθον ἀπάτητον καὶ δεδοκιμασμένον καὶ τετριμμένον καὶ σιδηρίτην καὶ βιρυλλίτην ὡσαύτως. καὶ ὑποθυμίασον γυρόθεν τὴν βοτάνην ἐπιλέγων τὴν εὐχὴν ἀμφοτέραν. εἶτα γυρόθεν ἀνορύξας ἀνάσπασον μετὰ προσοχῆς αὐτὴν καὶ χρῶ σοφῶς ὡς σοι εἰρήσεται καὶ ἔσῃ ταύτην ἔχων τετελεσμένην. διαιρήσας γὰρ ἅπαντα κατὰ μέρος, οἷον τὴν ῥίζαν, τοὺς πτόρθους, τὰ φύλλα καὶ τὸν καρπόν, τοὺς μεμυκότας καὶ κεχηνότας, ἕξεις αὐτὰ κρείττονα τῶν προειρημένων ἁπάντων εἰδῶν. ταύτην τὴν ἱεράν, φησί, βοτάνην θεὸς Ἑρμῇ τῷ Τρισμεγίστῳ παρέδωκε βροτοῖς φάρμακον ἀκεσόδουνον καὶ βιωφελές, ὥσπερ ἐν τοῖς ἱεροῖς τῶν Αἰγυπτίων ἐντετύπωται βίβλοις.
Καὶ τῆς μὲν ῥίζης ὁ κρατῶν τι μέρος, ἐπιγράφων ἐν ταύτῃ τὰ ἄρρητα ὀνόματα τοῦ θεοῦ τοῦ ὑψίστου, οὐ φοβηθήσεται δαίμονας· οὔτε μὴν κακαὶ ἐπιπομπαὶ τοῖς ἀνθρώποις ἐγγίνονται. εἰ δὲ ἐπιγράψει ἐν ταύτῃ καὶ ταῦτα καὶ κρατεῖ, οὐ φοβηθήσεται φάρμακον οὔτε ἄλλο τι κακόν. ἀποδιώξει γὰρ ἐξ ἑαυτοῦ τριταῖον, τεταρταῖον καὶ ἐφημερινὸν καὶ πᾶν εἶδος πυρετοῦ. ἀποδιώξει δὲ φθόνον, βασκανίαν καὶ ἐπιβουλήν, ἐπιχαρῆ δὲ τὸν φοροῦντα ποιήσει παρὰ πάντων ἀνθρώπων καὶ ἡδέως ἀκουσμένον. εἰ δέ τις ἐπιληψίᾳ πάσχει καὶ περιάψει ταύτην τὴν ῥίζαν, ἰάσεις παραδόξως· εἰ δέ τις δαιμονιζόμενος, θυμίασον ἐκ τῆς ῥίζης ταύτης μικρόν τι ἢ ὀλίγον καὶ διώξεις τὸν δαίμονα· τοῦτο θεῖον ἔργον. ῥιζίδιον δὲ τῆς βοτάνης βραχὺ λαβὼν τρίψας ἐν ἡμέρᾳ καὶ ὥρᾳ Ἀφροδίτης καὶ σείσας καὶ ποτίσας ἀνδρογύνῳ ἐν ἀλλήλοις μισουμένῳ παραυτίκα ἀγαπηθήσονται. ὁ τιθεὶς τὴν ῥίζαν αὐτῆς ἐπὶ τοῦ προσκεφάλου αὐτοῦ κακὸν ὄνειρον οὐ μὴ θεάσηται. ὁ κρατῶν αὐτὴν ὠφελεῖ εἰς τὴν σπλῆνα. ἐν τῷ οἴκῳ, ἔνθα εἰσίν, οὐκ εἰσέρχεται δαιμόνιον οὐδὲ μαγεία· ὁ φαρμακωθεὶς καὶ πιών αὐτὴν οὐ βλαβήσεται. ὁ σπόρος μετὰ μέλιτος καλοῦ πινόμενος ὠφελεῖ ὅλον τὸ σῶμα καὶ κτῆνος ὁμοίως· ἡ ἐσθίουσα τὴν ῥίζαν αὐτῆς ἔχει γάλα πολύ. ὠφελεῖ εἰς τὴν ὄφεως πληγήν. ὁ δαιμονιζόμενος καὶ φαγὼν αὐτὴν ἰᾶται. ὁπόταν γένηται ὁ ἄνθρωπος παράφρων, καὶ καπνίσας αὐτὴν ἰᾶται. ὁπόταν γεννηθῇ τὸ βρέφος, τρίψας τὴν ῥίζαν αὐτῆς καὶ μίξας μετὰ γάλακτος καὶ βυζάσῃ γίνεται εὐτυχής. ὁ βαστάζων τὴν ῥίζαν καὶ τὸ φύλλον καταρρίπτει τὰς μαγείας, ἐπιγράφων ἐν αὐτῇ τὰ ἄρρητα τοῦ παντοκράτορος θεοῦ ταῦτα· «Signa magica, cf. tab. II, n° 3» τῷ Ἄλφα, Ἀδωναί, Ἐλωΐ, Σαβαώθ.
Ὁ καπνιζόμενος καὶ βαστάζων τὴν ῥίζαν, τὸ φύλλον καὶ τὸν σπόρον, οὐ μὴ δηχθῇ ὑπὸ ὄφεως καὶ εἰς πάσας τὰς βοτάνας προτιμητέα εἰς πᾶν ἔργον πονηρόν, ἐπιγράφων δὲ αὐτὰ ἐν ἡμέρᾳ καὶ ὥρᾳ Ἡλίου.
Κεφάλαιον β΄. Περὶ συλλήψεως.
Λαβὼν ἐκ τοῦ μεμυκότος καρποῦ τῆς αὐτῆς βοτάνης καὶ περιειλήσας ἐν ῥάκει σηρικῷ ἀληθινῷ δὸς φορεῖν τῇ γυναικὶ περὶ τὸν ἧτρον, καὶ καθέξει τὸ σπέρμα. δέον δὲ ἐπιγράφειν ἐπάνω τὰς χαρακτήρας τὰς ἄνωθεν γεγραμμένας ἐν ὥρᾳ Ἡλίου.
Κεφάλαιον γ΄. Περὶ φυλακτηρίου μεγίστου.
Λαβὼν παιωνίας ῥίζαν ἐν ἡμέρᾳ καὶ ὥρᾳ Ἡλίου ἐπίγραψον μετὰ μαχαιρίου γερμαῖ τὰς χαρακτήρας ταύτας καὶ κρέμασον ἐν τῷ ὑψηλοτέρῳ τῶν δένδρων. ἔστιν οὖν κάρπιμον ὥστε ἀπὸ μετεώρου περισκοπεῖν τὰς ἀμπέλους ἢ τὰ χωράφια ἢ τὰ κτηνοτροφεῖα καὶ φυλάττειν αὐτὰ ἀπὸ παντὸς κακοῦ. ἃ δὲ μέλλεις γράψαι, εἰσὶ ταῦτα· «Signa magica, cf. tab. II, n° 4.»
English House translation, working
Concerning the plant called peony.
It is called paeonia because Paieon discovered it; and when it has been consecrated it is spoken of in the ancient book before this one, and it goes as follows. In the waning of the Moon, make it your work to find a peony. Let it stand in a place open to view and looked at all around; and you will be able to do this when the Sun has entered the sign of the Virgin. Most of them grow about Mount Hermon, and about Tauromenia, and at Babylon the great, and about Thrace, and beyond Gadeira, and in the Aegean gulf. They grow in other places also, but they have not so much power as those do, from the situation of the place and from the lot of the signs and from the natural outflow. And you yourself will be able to do this, as follows.
Since, as has been said, it is necessary that this holy plant stand in a clear place, take a closed seed of peony and another from the open storax, and, wrapping them in seven leaves of the same plant, bury them, being pure, in a high place, where you will. And when it has sprung up and evening has come, it will be found; but keep it from rains and winds and disturbance of the air. On the day of the Moon, then, at the beginning of the first hour — that is, in her hour, she being in her waning — the Sun being in the Virgin, go before the Sun has risen, being pure, and having ready the skin of a seal that has itself been consecrated in its cutting-up, as has been told you in this holy book concerning cuttings. Write these things upon the skin and hang it with true silk about its root. And what you are to write is this: [the magical signs follow in Heeg’s plate, tab. II, 1]. And as you hang them, say also these things.
Blessed is the God of heaven and of earth, and blessed and glorified is your primordial name. Every nature praises you, and the strength of all things, which is from you, glorifies you; for you alone are perfect, without beginning, invisible, unapproachable, unchangeable, uncircumscribed, intangible, everlasting, untraceable, unsearchable, incomprehensible, beginning and end, Alpha, Adonai, Sabaoth, Semimephoraz, Geserage, Amnoia, Iana, Sadae. You are the one who makes poor and makes rich, who brings low and raises up, who disciplines and heals, who puts to death and gives life. Do you, then, Lord of the powers, look down from your holy dwelling and from the throne of your glory, and give me, your servant, this grace, that this plant may be of use in whatever healings and operations I employ, because your name is blessed and glorified unto the ages. Amen.
Then say also these things in the Chaldean and Syriac and Persian speech: Chaig, Chaph, Giap, Liaph, Melach, Phal, Phant, Mrel, Soulpham, Bercham, Tim, Lias, Achrouas, Mouzoupat, Lircham, Zalpha, No, Poth, Serphou, Silphon, Namch, Tacha, Silcha, Bemelon. Amen, amen, amen always.
And again this prayer: O God who sit upon the Cherubim, stretch out your dominion and come to save us. And say the former prayer seven times.
And this Chaldean and Syriac prayer once. And having done so, leave it there until seven days. Going each day, say the prayers before the Sun has risen. On the second day that is coming, then, go at the first hour, having with you also a ceramic stone, untrampled and tested and ground, and a lodestone and a beryl likewise. And fumigate the plant all around, saying both prayers. Then, having dug around it, pull it up with care and use it wisely, as will be told you, and you will have it consecrated. For, having divided all of it part by part — the root, the shoots, the leaves, and the fruit, the closed and the open — you will have them better than all the kinds spoken of before. This holy plant, he says, the god Hermes Trismegistus handed over to mortals as a pain-healing and life-helping drug, as is stamped in the holy books of the Egyptians.
And he who holds some part of the root, writing on it the unspeakable names of the most high God, will not fear demons; nor do evil sendings come upon people. And if he writes these also upon it and holds it, he will not fear a drug or any other evil. For it will drive away from him a tertian, a quartan, and a daily fever, and every kind of fever. It will drive away envy, the evil eye, and plotting; and it will make the one who wears it well-liked by all people and gladly heard. If someone suffers from epilepsy and hangs this root on himself, you will heal him contrary to expectation. If someone is possessed by a demon, fumigate a little of this root, even a small amount, and you will drive the demon out: this is a divine work. Taking a short little root of the plant, crush it on the day and hour of Aphrodite and shake it and give it to a couple who hate one another to drink, and they will at once be loved. He who sets its root upon his pillow will not see a bad dream. He who holds it is helped for the spleen. In the house where they are, no demon or sorcery enters; one who has been given a drug and drinks it will not be harmed. The seed, drunk with good honey, helps the whole body, and a beast likewise; the woman who eats its root has much milk. It helps for the stroke of a serpent. The one possessed by a demon, if he also eats it, is healed. When a person becomes deranged, fumigate him with it and he is healed. When the infant is born, crush its root and mix it with milk, and if he is suckled he becomes fortunate. The one who carries the root and the leaf casts down sorceries, writing on it these unspeakable things of God Almighty: [magical signs, Heeg tab. II, no. 3] with Alpha, Adonai, Eloai, Sabaoth.
The one who is fumigated and who carries the root, the leaf, and the seed will not be bitten by a serpent; and among all plants it is to be preferred for every difficult work, writing them on the day and hour of the Sun.
Chapter 2. Concerning conception.
Taking some of the closed fruit of the same plant and wrapping it in a rag of true silk, give it to the woman to wear about the lower belly, and it will hold the seed. And it is necessary to write above the characters that have been written above, in the hour of the Sun.
Chapter 3. Concerning a very great phylactery.
Taking a peony root on the day and hour of the Sun, write with a knife — Heeg prints γερμαῖ and marks the word as not understood — these characters, and hang it in the highest of the trees. It is fruitful, then, so as to look out from on high over the vines or the fields or the folds, and to keep them from every evil. And what you are to write is this: [magical signs, Heeg tab. II, no. 4].
Notes on this portion
This is not part of the Hygromanteia in Monacensis Graecus 70, which ended Τέλος. Ἀμήν. on Heeg p. 165. Heeg next prints a hermetic chapter on the peony from Vaticanus Graecus 952, fol. 162–164, still in CCAG VIII.2 (1911), Public Domain Mark 1.0 (pp. 167–171). The Latin preface in which Heeg discusses Pradel and the Cyranides is not translated here as if it were the Greek text. Magical signs are referred to Heeg’s tab. II and are not drawn here. At p. 171 the word γερμαῖ is marked by Heeg as not understood. Working translation from the Greek; Marathakis 2011 was not used.
Greek: Joseph Heeg, “Hygromantia Salomonis,” Catalogus Codicum Astrologorum Graecorum VIII.2 (Brussels: Henri Lamertin, 1911), pp. 143–165 from Codex Monacensis Graecus 70, and, for the appendix on the peony, pp. 167–171 from Vaticanus Graecus 952; scan at Internet Archive (Public Domain Mark 1.0). English: House translation from the Greek of that edition, a working translation.
