Sign in with AskRue™

ARCHANGELRAZIEL

Hall of Raziel™

Raziel's Library™

Comparisons

Gutenberg Bible

Raziel's Voice™

Sign in with AskRue™

Terms

Privacy

Raziel's Mercy™

, and of the Ages

Raziel's Library™ Raziel's Library™ holds Sefer Raziel ha-Malakh, the book he carries (Amsterdam 1701), the Key of Solomon, and Agrippa's De occulta philosophia. It also holds the Gutenberg Bible, 1 Enoch, Jubilees, and the Book of Giants. Enter the Library → Hall of Raziel™ chat room Coming Soon. In the meantime, join us on RUEZALS.chat. Enter RUEZALS.chat Sefer Raziel ha-Malakh The book in his hands. Amsterdam 1701, Hebrew and English, in Raziel's Library™. Open the book →
Hall of Raziel™ › Raziel's Library™ › The Hygromanteia › Herbs of the seven planets

Solomonic shelf · The Hygromanteia · Herbs of the planets · 20 of 21

Herbs of the seven planetsHouse translation from the Greek of Heeg, 1911 · working translation

Public domain Greek; working English. Greek: Joseph Heeg, “Hygromantia Salomonis,” in Catalogus Codicum Astrologorum Graecorum VIII.2 (Brussels: Henri Lamertin, 1911), from Codex Monacensis Graecus 70, public domain (Public Domain Mark 1.0). English: House translation from the Greek of Heeg’s 1911 edition. This is a working translation of the treatise as Heeg printed it from the Munich manuscript (the little key, the dialogue, the planetary hours, the angels and demons of the hours, the prayers, the characters, and the plants), together with a short hermetic appendix on the peony that Heeg printed from Vaticanus Graecus 952. It is not the copyrighted modern English of Marathakis 2011, which was not used.

Greek Heeg 1911

Εἰσὶ δὲ καὶ τὰ βότανα τῶν ἑπτὰ πλανήτων, ὦ ἀκριβέστατε Ῥοβοάμ, καὶ ὅταν βούλῃ ἐμβαλεῖν αὐτά, ἔξεβαλε αὐτὰ εἰς τὴν ὥραν, ἐν ᾗ κυριεύει ὁ καθεὶς πλανήτης εἰς τὴν ὥραν αὐτοῦ. καὶ ποίησον τὰς ὀνομασίας καὶ τὰς προσευχὰς καὶ πράξεις μετ’ αὐτῶν θαυμασίως, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλεῖν γλώσσῃ.

Τὸ βοτάνον τοῦ Διὸς τὸ χρυσάγκαθον· τοῦτο εὔγαλε εἰς τὴν ὥραν, ἐν ᾗ κυριεύει ὁ Ζεύς, καὶ ὀνόμαζε τοὺς ἀγγέλους καὶ εἰπὲ καὶ τὰς προσευχὰς καὶ ἔχει ἰατρείας φρικτὰς καὶ φοβεράς. τὴν ῥίζαν ἐὰν δώσεις φαγεῖν πρωίας ζ΄, σεληνιαζομένους ἰαθήσεται. εἰ δὲ δαιμονιζομένῳ δώσεις βαστάζειν μετὰ λιβάνου τὴν ῥίζαν, φυγήσεται τὸ δαιμόνιον. τοὺς πίπτοντας ἐκ τοῦ πάθους καὶ ἀφρίζοντας, πότιζε τὴν ῥίζαν μετὰ λουλακίου καὶ παραυτίκα ἰαθήσεται. ἐκ δὲ τῶν φύλλων τρίψας λάβε τὸν ὀπὸν καὶ ἄλειψον τομὰς καὶ κρούσματα ξίφων καὶ πληγάς, καὶ διὰ ιη΄ ὡρῶν θεραπεύσεις. τὴν δὲ κεφαλὴν τοῦ βοτάνου ἐὰν δώσῃς βαστάσαι, ἀνὴρ οὐ φοβηθήσεται πειραθῆναι ὑπὸ μαγίων. εἰ δέ ἐστιν ἄνθρωπος καὶ πάσχει ἐκ φαρμακοποσίων, ἐπίδος ἐπὶ τὴν κεφαλὴν τῆς βοτάνης πίνειν μετὰ ὕδατος καὶ μέλιτος καὶ ἰαθήσεται.

Τὸ βοτάνον τοῦ Ἄρεως ἐστὶν ὁ πεντασίτης· τοῦτο εὔγαλον εἰς τὴν ὥραν τοῦ Ἄρεως καὶ βάσταζε ἐκ τὰ ξίφη αὐτοῦ, ἐντετυλιγμένα εἰς δέρμα λύκου καὶ ἐὰν περικυκλώσουσί σε μύριοι ἐχθροί, οὐ δυνηθήσονται τοῦ βλάψαι σε, ἀλλὰ διασωθήσῃ ἀβλαβὴς ὑπ’ αὐτῶν. τὰ δὲ φύλλα τρίψας καὶ ξηράνας δὸς πιεῖν μετὰ οἴνου, ἢ ἀνδρὸς ἢ γυναικὸς ἔχοντος αἵματος ῥεύσεις ἐκ τοῦ σώματος, καὶ ἰαθήσεται θαυμασίως, ὥστε θαυμάζειν πάντας τὴν τοῦ βοτάνου δύναμιν. τὴν δὲ ῥίζαν βάσταζε πρὸς πάντα πόλεμον καὶ πρὸς πᾶσαν παράταξιν καὶ ἐπινικήσεις καὶ ἀβλαβὴς διασωθήσῃ, ὥστε θαυμάζεις τὴν θείαν ἐνέργειαν. ὁ δὲ βαστάζων τὸ ἄνθος τῆς βοτάνης ζηλωθήσεται ὑπὸ πάντων τῶν ἀνθρώπων καὶ περίβλεπτος ἔσται καὶ δυνατὸς ἐν δυνάμει.

Τὸ βοτάνον τοῦ Κρόνου ἐστὶν τὸ ἡλιοτρόπιον· τοῦτο ἔπαρον εἰς τὴν ὥραν ἥνπερ κυριεύει ὁ Κρόνος. εὔγαλε καὶ λέγε τὴν προσευχὴν καὶ ἐπικαλοῦ τοὺς ἀγγέλους τοὺς κυριεύοντας. καὶ ἔχει τὸ βοτάνον τὴν ἐνέργειαν ταύτην. ἐὰν ἀπὸ τοῦ ἄνθους δώσεις φαγεῖν κρυφίως, ἐλεύσεται ἐν αὐτῷ θερμασία καὶ ῥῖγος. ἐὰν τοῦ δώσεις δύο ἄνθη, ἥξει αὐτοῦ διτταῖος, εἰ δὲ τρία τριτταῖος, εἰ δὲ τέσσαρα τεταρταῖος καὶ τὰ ἑξῆς· ἐὰν δὲ αὐτῶν τὰ φύλλα βάλλεις τινὸς εἰς προσκεφάλαιον αὐτοῦ κρυφίως, οὐκ ἐγερθήσεται, ἕως ἂν λάβοις ἀπὸ τὰ προσκεφάλαια αὐτοῦ. εἰ δὲ δώσεις αὐτῷ φαγεῖν, ἐλεύσεται εἰς ἀρρωστίαν ἕως θανάτου μέχρι πάντων τῶν χρόνων τῆς ζωῆς αὐτοῦ καὶ οὐκ ἐγερθήσεται μέχρι δώσῃς φαγεῖν ἐκ τῆς βοτάνης τοῦ Διός. τὴν δὲ ῥίζαν ἐπάνω σου βάσταζε ὡς φυλακτήριον τῶν τυλούδων.

Τὸ βοτάνον τοῦ Ἡλίου καλεῖται ἡλιοσκόπος, παρὰ δὲ Ἰταλοῖς τζιρασόλεμ· ἐπειδὴ ἔνθα ἐστὶν ὁ Ἥλιος, κλίνει τὰς κορυφὰς αὐτοῦ, δι’ οὗ ἡλιοσκόπος καλεῖται. ταύτην τὴν βοτάνην εὔγαλον εἰς τὴν ὥραν, ἐν ᾗ ὁ Ἥλιος κυριεύει, μετὰ τὰς προσευχὰς καὶ τὰ ἄνθη καὶ τὸν καρπὸν αὐτοῦ βάλε εἰς δέρμα ἀετοῦ καὶ βάσταζε μετὰ σοῦ. καὶ ἔνθα ἐστὶν θησαυρός, παραυτίκα ἀνεωχθήσεται, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ. καὶ εἶδες τὸ χρυσίον ἢ τὸ ἀργύριον ἐκεῖνο καὶ εὐθὺς πάλιν ἡ γῆ κλείσει. σὺ δὲ σημειωσάμενος τὸν τόπον ἀνώνυξον καὶ εὗρεις, ὅπερ εἶδας· τὰ δὲ φύλλα τρίψας καὶ σμίξας ῥοδόσταγμα, καὶ ἀλείψον σου τὸ πρόσωπον καὶ πορεύου. καὶ πᾶς ἄνθρωπος ἄγριος ἢ λῃσταὶ ὡς θεόν σε προσκυνήσουσιν καὶ τιμήσουσι. τὴν δὲ ῥίζαν βάσταζε ἐνδεδεμένην μετὰ δέρματος ὄνου. θυμουμένους αὐθέντας ἢ βασιλεῖς ἡμερώσεις. εἰ δὲ μετὰ δέρματος φώκης ἐνδύσῃς καὶ βαστάσῃς, ὑπὸ βασιλέων καὶ ἀρχόντων καὶ μεγιστάνων θαυμάσει τε καὶ τιμηθήσει. ἔχει δὲ ἡ βοτάνη τὰς ἐνεργείας ταύτας ἀκωλύτως.

Τὸ τῆς Ἀφροδίτης βοτάνον λέγεται σατύριον· ταύτην εὔγαλον εἰς τὴν ὥραν, ὅταν κυριεύει ἡ Ἀφροδίτη, μετὰ τῆς προσευχῆς καὶ τῶν ἀγγέλων. καὶ ἔπαρε τὰ ἄνθη καὶ τὸν καρπὸν αὐτῆς καὶ ἐντυλίξας εἰς δέρμα ζορκαδίου βάσταζε εἰς τὸν δεξιόν σου ἀγκῶνα καὶ ἔσῃ φιλτὸς ὑπὸ πασῶν τῶν γυναικῶν. τὰ δὲ φύλλα αὐτῆς τρίψας βάλε ῥοδόσταγμα καὶ ἄλειφου τὰς ὄψεις καὶ πορεύου, καὶ οἵας ὁμιλίας καὶ ὑπανδρίας ἆρξασθαι κατευοδωθεῖ. καὶ εἴ τι εἴπῃς, πιστευθήσεται, τῆς δὲ ῥίζας τὸ δροσότερον μῆλον ἐὰν ὀνοματίσῃς καὶ δώσῃς οἵας γυναικὸς θέλεις, ἀγαπηθήσεται καὶ ἔλθωσι πρὸς συμφωνίας ὁμοίως καὶ ἀνδρὸς διὰ γυναικός. τὴν δὲ ῥίζαν ἐψημένην εἰ δώσῃς ἐπὶ ἀγαπημένους μετὰ ὀνομασίας καὶ Κρονικῆς ὥρας, παραυτίκα μισηθήσονται καὶ ἔσονται εἰς μάχην.

Τοῦ Ἑρμοῦ τὸ βοτάνον ἐστὶ τὸ πενταδάκτυλον· καὶ εὔγαλε εἰς τὴν ὥραν, ὅταν κυριεύει ὁ Ἑρμῆς, μετὰ τὴν προσευχὴν καὶ τὰς ὀνομασίας. καὶ ἔπαρον τὰ ἄνθη καὶ τὸν καρπὸν καὶ ἐντυλίξας εἰς καρδίαν κάτου ἢ κάτης μαύρας καὶ βάσταζε ἐπάνω σου καὶ ἔσῃ ἀφανής. καὶ εἴ τι ἂν ποιήσεις, οὐ καταγνωσθήσεται. τὰ δὲ φύλλα αὐτοῦ ξηράνας καὶ ποιήσας ὡς κόνιν καὶ μίξας μετὰ ἐλαίου ἄλειψον, παντοίαν πληγὴν ὀφθαλμοῦ, σκότησιν, ἀχλὺν γιαλούπι, νεφέλιον πονημάτων, ὀρνιθοτυφλίαν καὶ εὐθὺς θεραπεύσεις. ἐκ δὲ τῶν δακτύλων τῆς ῥίζης ἐὰν βαστάσῃς, πάντα πόνον χειρῶν καὶ δακτύλων ἰάσεις. εἰ δὲ φάγῃς ἐκ τῶν δακτύλων τῆς ῥίζης, ἔσῃ μνημονευτικὸς καὶ ῥητορικὸς ἐν λόγοις. καὶ εἴ τι ἄρα ἀκούσεις, λήθησις οὐ γενήσεται. καὶ πάλιν τὴν ῥίζαν ἐντυλίξας μετὰ δέρματος κυνὸς βάσταζε καὶ οὐ λακτίσουσί σε κύνες. καὶ πάλιν τὴν ῥίζαν ἐντυλίξας μετὰ δέρματος ἰχθύος, βάσταζε καὶ ἄγραν ἰχθύων πιάσεις, ὅσους ἂν βούλῃ. καὶ πάλιν τὴν ῥίζαν ἐντυλίξας μετὰ βλαντίου καὶ ἀκράτου μόσχου πορεύου καὶ κυνηγήσεις ζῷα καὶ κτήνη ἄγρια. ταύτας γὰρ τὰς ἐνεργείας καὶ πλείονας ἔχει ἡ βοτάνη αὕτη ἀκωλύτως. ἀλλὰ καὶ ἡ ῥίζα καθεκάστην ἐσθιομένη παντοίαν νόσον τοῦ σώματος ἀποδιώκει καὶ εἰς προκοπὴν βίου ἄγει. βάσταζε δὲ τὴν ῥίζαν μετὰ παιωνίας λιβάνου, καὶ ἔσῃ φυλασσόμενος ἐκ πάσης μαγείας καὶ περιεργείας πονηρῶν ἀνθρώπων.

Τῆς Σελήνης ἡ βοτάνη ἐστὶ ἡ γλαοφώτη· παρὰ δὲ Ἰταλοῖς λέγεται λουναρία. ταύτην εὔγαλον εἰς τὴν ὥραν αὐτῆς μετὰ τῆς εὐχῆς καὶ τῶν ὀνομάτων ἀγγέλων, ὡρῶν, μηνός, ἀνέμου καὶ ζῳδίου ἰδίου οἴκου αὐτῆς, ὅ ἐστιν Καρκίνος. ἔχει δὲ ταύτας τὰς χάριτας, ὅτι ἐὰν τὴν κορυφὴν αὐτοῦ βάλλεις μετὰ περικεφαλαίας ἀλεκτώρου, οἵας πραγματείας ἐγγίσεις, εὐθὺς πεπραχθήσεται καὶ οἵας δουλείας ἅψῃ, εὐοδωθήσει. καὶ εἰς πᾶσαν πραγματείαν κερδέμπορος. τῶν δὲ δροσερῶν αὐτῆς φύλλων ἐὰν αὐξούσης Σελήνης συμμίξεις μετὰ χρημάτων ἢ χρυσίου ἢ ἀργυρίου καὶ ἑτέρου χαρραγίου καὶ μετὰ τῶν χρημάτων ἐκείνων, οἵας πραγματείας ἀγοράσεις, μετ’ ὀλίγον αὐξηθήσεται ὁ θησαυρός σου καὶ γένει κύριος πολλῶν χρημάτων. πάλιν τὰ ἑψημένα αὐτῆς φύλλα εἰ μίξεις εἰς χρήματα ἐχθροῦ σου, ἀφανισθήσονται. ὁμοίως καὶ ἐὰν ἀνθρώπῳ δώσῃς ἐκ τῶν αὐτῶν φύλλων, εὐτυχήσει. ἐὰν αὐτὰ φάγει καὶ τὸ ἀνάπαλιν τὰ δροσερὰ εἰς προκοπὴν ἔλθῃ· τὴν δὲ ῥάβδον τῆς βοτάνης καὶ τὴν ῥίζαν εἰς οἷον μέταλλον ἐν χωνευτηρίῳ περικεκαλυμμένον καὶ χωνεύσεις, εὑρήσεις αὐτὸ καθαρὸν καὶ ἔκλαμπρον καὶ δόκιμον χρυσίον. ἔχει δὲ ἡ βοτάνη καὶ ἑτέρας ἐνεργείας πολλὰς καὶ χάριτας.

Τέλος. Ἀμήν.

English House translation, working

And there are also the plants of the seven planets, O most careful Rehoboam; and when you wish to gather them, take them out in the hour in which each planet rules in its own hour. And perform the namings and the prayers and the operations with them wondrously, things which it is not lawful for a man to speak with the tongue.

The plant of Zeus is chrysakanthon (golden-thistle). Take it out in the hour in which Zeus rules, and name the angels and say the prayers also; and it has terrible and fearful healings. If you give the root to be eaten for seven mornings, those who suffer from the moon (epilepsy) will be healed. If you give a person possessed by a demon the root to carry with frankincense, the demon will flee. Those who fall from the illness and foam, have them drink the root with indigo (loulakion), and they will be healed at once. From the leaves, having crushed them, take the sap and smear cuts and blows of swords and wounds, and within eighteen hours you will cure them. If you give the head of the plant to be carried, a man will not fear to be tried by spells. And if a person suffers from draughts of drugs, give him the head of the plant to drink with water and honey, and he will be healed.

The plant of Ares is pentasites. Take it out in the hour of Ares and carry some of its “swords” (the sharp parts), wrapped in a wolf’s skin; and if ten thousand enemies surround you, they will not be able to harm you, but you will be brought through unharmed by them. Crush the leaves and dry them, and give them to be drunk with wine, of a man or of a woman who has fluxes of blood from the body, and it will be healed wondrously, so that all wonder at the power of the plant. Carry the root to every war and to every battle-line, and you will be victorious and will be brought through unharmed, so that you wonder at the divine operation. The one who carries the flower of the plant will be eagerly sought after by all people and will be looked at and powerful in might.

The plant of Kronos is the heliotrope. Take it in the hour in which Kronos rules. Take it out and say the prayer and call upon the angels who rule. And the plant has this operation. If you give some of the flower to be eaten secretly, heat and shivering will come upon him. If you give him two flowers, a two-day fever will come; if three, a three-day fever; if four, a four-day fever, and so on. If you put their leaves secretly into someone’s pillow, he will not rise until you take them from his pillows. If you give them to him to eat, he will come into sickness unto death for all the years of his life, and he will not rise until you give him some of the plant of Zeus to eat. Carry the root upon you as a phylactery against lumps (tylodes).

The plant of the Sun is called helioskopos, and among the Italians tzirasolem (girasole), because where the Sun is, it bends its tops, for which reason it is called helioskopos (sun-watcher). Take this plant out in the hour in which the Sun rules, with the prayers, and put its flowers and its fruit into an eagle’s skin and carry it with you. And where there is a treasure, it will be opened at once, as in the twinkling of an eye. And you have seen that gold or that silver, and immediately the earth will close again. But you, having marked the place, dig it up and you have found what you saw. Crush the leaves and mix rose-water, and smear your face and go forth; and every wild person, or robbers, will bow to you as to a god and will honor you. Carry the root bound with the skin of an ass. You will tame masters or kings who are angry. If you clothe it with a seal’s skin and carry it, you will be wondered at and honored by kings and rulers and great men. The plant has these operations without hindrance.

The plant of Aphrodite is called satyrion. Take it out in the hour when Aphrodite rules, with the prayer and the angels. Take its flowers and its fruit and, wrapping them in the skin of a roe-deer, carry them on your right arm, and you will be beloved by all women. Crush its leaves, add rose-water, and smear your face and go forth, and whatever conversation and marriage you begin will be made to prosper. And whatever you say will be believed; and if you name the more dewy fruit of the root and give it to whatever woman you wish, she will be loved, and they will come to an agreement, and likewise a man for a woman’s sake. If you give the boiled root, with a naming and in an hour of Kronos, upon people who love one another, they will at once be hated and will come to a fight.

The plant of Hermes is pentadactylon (five-finger, cinquefoil). Take it out in the hour when Hermes rules, after the prayer and the namings. Take the flowers and the fruit and, wrapping them in the heart of a black tom-cat or a black she-cat, carry them upon you, and you will be unseen. And whatever you do will not be found out. Dry its leaves and make them like dust and mix with oil and smear: every wound of the eye, darkness, a mist of the eye (gialoupi), a cloud of suffering, and bird-blindness, and you will cure them at once. If you carry some of the fingers of the root, you will heal every pain of the hands and of the fingers. If you eat some of the fingers of the root, you will be retentive of memory and rhetorical in speech, and if you hear anything, forgetfulness will not come. Again, wrap the root in a dog’s skin and carry it, and dogs will not bite you. Again, wrap the root in a fish’s skin, carry it, and you will catch a take of fish, as many as you wish. Again, wrap the root with a purse and with unmixed musk, go forth, and you will hunt animals and wild cattle. For this plant has these operations and more, without hindrance. And the root, eaten every day, also drives away every disease of the body and leads toward advancement in life. Carry the root with frankincense of peony, and you will be kept from every sorcery and from the meddling of wicked people.

The plant of the Moon is glaophote; among the Italians it is called lunaria. Take it out in her hour, with the prayer and the names of angels, of hours, of the month, of the wind, and of the sign of her own house, which is the Crab. It has these graces: if you put its top with a cock’s comb, whatever business you come near will at once be transacted, and whatever service you take up will be made to prosper, and in every business you will be a profitable merchant. If, when the Moon is waxing, you mix her dewy leaves with money, or with gold or silver and other coined metal, and with that money buy whatever business you buy, in a little while your treasure will be increased and you will become master of much money. Again, if you mix her boiled leaves into an enemy’s money, it will vanish. Likewise, if you give a person some of the same leaves, he will be fortunate. If he eats them, and conversely if the dewy ones come toward advancement: and the rod of the plant and the root, if you set them with whatever metal, covered over in a crucible, and you melt it, you will find it clean and shining and approved gold. The plant has also many other operations and graces.

The end. Amen.

Notes on this portion

Heeg pp. 162–165, from f. 252 to f. 253v. After the twelve signs Solomon turns to the plants of the seven planets. On f. 251v Heeg records two very short filler chapters on the twelve months and the natures of the signs, which he judged foreign to the treatise and added only to fill empty space; he does not print them in full, and they are not translated here. The Munich text of the Hygromanteia ends on p. 165 with Τέλος. Ἀμήν. Working translation; Marathakis 2011 was not used.

Greek: Joseph Heeg, “Hygromantia Salomonis,” Catalogus Codicum Astrologorum Graecorum VIII.2 (Brussels: Henri Lamertin, 1911), pp. 143–165 from Codex Monacensis Graecus 70, and, for the appendix on the peony, pp. 167–171 from Vaticanus Graecus 952; scan at Internet Archive (Public Domain Mark 1.0). English: House translation from the Greek of that edition, a working translation.