Celestial Hierarchy IV — What the name of the angels means (House translation)
Witness: Greek text of De caelesti hierarchia in J.-P. Migne, Patrologia Graeca vol. 3 (Paris, 1857), beginning at column 119. Unicode transcription: University of the Aegean, «Δρόμοι της Πίστεως – Ψηφιακή Πατρολογία» (2006), from the Migne text, used with the required attribution.
Scan: https://archive.org/details/Patrologia_Graeca_vol_003 (public domain). Transcription PDF: De caelesti hierarchia.pdf in the Archive.org patrologia item.
Licence: Migne 1857 public domain. Aegean transcription © 2006 University of the Aegean, Laboratory of Cultural Heritage Management; free use with attribution to the source. House translation © 2026 Ruezal Dhragoon.
Method: House English written from the public-domain Greek. The live Hall chapter VII was the model for the register of House wording. Parker's 1894 English was not used as a source for these chapters. Ancient wording has not been cut or softened.
IV.1 (all beings share in the Good, each in its measure)
Greek (Migne PG 3): Τῆς τοίνυν ἱεραρχίας αὐτῆς ὅ τί ποτέ ἐστιν, ὡς οἶμαι, καλῶς ἡμῖν ὁρισθείσης, τὴν ἀγγελικὴν ἱεραρχίαν ἑξῆς ὑμνητέον καὶ τὰς ἱερὰς αὐτῆς ἐν τοῖς λογίοις μορφοποιίας ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτευτέον, ὅπως ἀναχθῶμεν ἐπὶ τὴν θεοειδεστάτην αὐτῶν ἁπλότητα διὰ τῶν μυστικῶν ἀναπλάσεων, καὶ τὴν ἁπάσης ἱεραρχικῆς ἐπιστήμης ἀρχὴν ὑμνήσωμεν ἐν θεοπρεπεῖ σεβασμιότητι καὶ τελεταρχικαῖς εὐχαριστίαις. Πρῶτον δ' ἁπάντων ἐκεῖνο εἰπεῖν ἀληθές, ὡς ἀγαθότητι πάσας ἡ ὑπερούσιος θεαρχία τὰς τῶν ὄντων οὐσίας ὑποστήσασα πρὸς τὸ εἶναι παρήγαγεν. Ἔστι γὰρ τοῦτο τῆς πάντων αἰτίας καὶ ὑπὲρ πάντα ἀγαθότητος ἴδιον τὸ πρὸς κοινωνίαν ἑαυτῆς τὰ ὄντα καλεῖν, ὡς ἑκάστῳ τῶν ὄντων ὥρισται πρὸς τῆς οἰκείας ἀναλογίας. Πάντα μὲν οὖν τὰ ὄντα μετέχει προνοίας ἐκ τῆς ὑπερουσίου καὶ παναιτίου θεότητος ἐκβλυζομένης· οὐ γὰρ ἂν ἦν, εἰ μὴ τῆς τῶν ὄντων οὐσίας καὶ ἀρχῆς μετειλήφει. Τὰ μὲν οὖν ἄζωα πάντα τῷ εἶναι αὐτῆς μετέχει (τὸ γὰρ εἶναι πάντων ἐστὶν ἡ ὑπὲρ τὸ εἶναι θεότης), τὰ δὲ ζῶντα τῆς αὐτῆς ὑπὲρ πᾶσαν ζωὴν ζωοποιοῦ δυνάμεως, τὰ δὲ λογικὰ καὶ νοερὰ τῆς αὐτῆς ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν αὐτοτελοῦς καὶ προτελείου σοφίας. Δῆλον δὲ ὅτι περὶ αὐτὴν ἐκεῖναι τῶν οὐσιῶν εἰσιν ὅσαι πολλαχῶς αὐτῆς μετειλήφασιν.
House translation: The hierarchy itself having been defined, as I think, well enough for us as to what it is, we must next praise the angelic hierarchy, and behold its sacred form-makings in the oracles with beyond-world eyes, so that we may be led up to their most God-formed simplicity through the mystical fashionings, and may praise the source of every hierarchical knowledge in a reverence that befits God and in rite-source thanksgivings. First of all it is true to say this: that the beyond-being God-source, having established by goodness all the beings of the things that are, brought them forth into being. For this is proper to the cause of all things, and to the goodness that is above all: to call the things that are into a share in itself, as has been appointed to each of them according to its own measure. All the things that are, then, share in a providence welling out from the beyond-being and all-causing Godhead; for they would not be, if they had not partaken of the being and source of the things that are. All things without life share in it by being (for the being of all things is the Godhead that is above being); the living things share in its life-making power, which is above every life; and the rational and intelligent things share in its self-perfect and before-perfect wisdom, which is above every reason and mind. And it is clear that those beings are about it who have partaken of it in many ways.
IV.2 (why the heavenly beings are named angels)
Greek (Migne PG 3): Αἱ γοῦν ἅγιαι τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ὑπὲρ τὰ μόνον ὄντα καὶ ἀλόγως ζῶντα καὶ τὰ καθ' ἡμᾶς λογικὰ τῆς θεαρχικῆς μεταδόσεως ἐν μετουσίᾳ γεγόνασιν. Νοητῶς γὰρ ἐπὶ τὸ θεομίμητον ἑαυτὰς ἀποτυποῦσαι καὶ πρὸς τὴν θεαρχικὴν ἐμφέρειαν ὑπερκοσμίως ὁρῶσαι καὶ μορφοῦν ἐφιέμεναι τὸ νοερὸν αὐτῶν εἶδος, ἀφθονωτέρας εἰκότως ἔχουσι τὰς πρὸς αὐτὴν κοινωνίας, προσεχεῖς μὲν οὖσαι καὶ ἀεὶ πρὸς τὸ ἄναντες ὡς θεμιτὸν ἐν συντονίᾳ τοῦ θείου καὶ ἀκλινοῦς ἔρωτος ἀνατεινόμεναι καὶ τὰς ἀρχικὰς ἐλλάμψεις ἀΰλως καὶ ἀμιγῶς εἰσδεχόμεναι καὶ πρὸς αὐτὰς ταττόμεναι καὶ νοερὰν ἔχουσαι τὴν πᾶσαν ζωήν. Αὗται γοῦν εἰσιν αἱ πρώτως καὶ πολλαχῶς ἐν μετουσίᾳ τοῦ θείου γινόμεναι καὶ πρώτως καὶ πολλαχῶς ἐκφαντορικαὶ τῆς θεαρχικῆς κρυφιότητος, διὸ καὶ παρὰ πάντα τῆς ἀγγελικῆς ἐπωνυμίας ἐκκρίτως ἠξίωνται διὰ τὸ πρώτως εἰς αὐτὰς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν καὶ δι' αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας. Οὕτω γοῦν ὁ νόμος, ὡς ἡ θεολογία φησί, δι' ἀγγέλων ἡμῖν ἐδωρήθη καὶ τοὺς κλεινοὺς γὲ πρὸ νόμου καὶ μετὰ νόμον ἡμῶν πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον ἢ τὸ πρακτέον εἰσηγούμενοι καὶ πρὸς εὐθεῖαν ἀληθείας ὁδὸν ἐκ πλάνης καὶ ζωῆς ἀνιέρου μετάγοντες ἢ τάξεις ἱερὰς ἢ μυστηρίων ὑπερκοσμίων κρυφίας ὁράσεις ἢ θείας τινὰς προαναρρήσεις ὑποφητικῶς ἀναφαίνοντες.
House translation: The holy orderings of the heavenly beings, then, have come to a share in the God-source gift beyond those that only are, and those that live without reason, and the rational beings among us. For, stamping themselves intelligibly toward the imitation of God, and looking in a beyond-world way toward the God-source likeness, and longing to shape their intelligent form, they have, as is fitting, more ungrudging shares toward it, being near, and always being stretched up toward the height, as is lawful, in the tension of a divine and unswerving love, and receiving the source-illuminations immaterially and unmixedly, and being set in order toward them, and having the whole of their life as an intelligent life. These, then, are the ones who first and in many ways come to a share in the divine, and who first and in many ways are showings-out of the God-source hiddenness. Therefore they have been judged worthy, above all, of the angelic name preeminently, because the God-source illumination comes to be in them first, and through them the showings-out that are above us are ferried across to us. Thus the Law, as the theology says, was given to us through angels; and angels led up to the divine our renowned fathers, both those before the Law and those after the Law, either telling them what must be done and turning them from error and an unholy life to the straight road of truth, or showing out sacred ranks, or hidden visions of beyond-world mysteries, or certain divine fore-announcements, as interpreters.
- “The Law was given through angels” follows the scriptural wording (cf. Galatians 3:19; Hebrews 2:2).
IV.3 (even a theophany comes through the heavenly powers)
Greek (Migne PG 3): Εἰ δέ τις φαίη καὶ αὐτόθεν ἀμέσως ἐγγενέσθαι τισὶ τῶν ἁγίων θεοφανείας, μανθανέτω καὶ τοῦτο σαφῶς ἐκ τῶν ἱερωτάτων λογίων ὡς αὐτὸ μὲν ὅ τί ποτέ ἐστι τὸ τοῦ θεοῦ κρύφιον «Οὐδεὶς ἑώρακεν» οὐδὲ ὄψεται, θεοφάνειαι δὲ τοῖς ὁσίοις γεγόνασι κατὰ τὰς πρέπουσας θεῷ διὰ δή τινων ἱερῶν καὶ τοῖς ὁρῶσιν ἀναλόγων ὁράσεων ἐκφαντορίας. Ἡ πάνσοφος δὲ θεολογία τὴν ὅρασιν ἐκείνην, ἥτις ἐν ἑαυτῇ διαγεγραμμένην ἀνέφαινε τὴν θείαν ὡς ἐν μορφώσει τῶν ἀμορφώτων ὁμοίωσιν, ἐκ τῆς τῶν ὁρώντων ἐπὶ τὸ θεῖον ἀναγωγῆς εἰκότως καλεῖ θεοφάνειαν ὡς δι' αὐτῆς τοῖς ὁρῶσι θείας ἐγγινομένης ἐλλάμψεως καί τι τῶν θείων αὐτῶν ἱερῶς μυουμένων. Ταύτας δὲ τὰς θείας ὁράσεις οἱ κλεινοὶ πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶν οὐρανίων δυνάμεων. Ἢ οὐχὶ καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμοθεσίαν ἡ τῶν λογίων παράδοσις ὡς αὐτόθεν μέν φησιν ἐκ θεοῦ τῷ Μωϋσῇ δεδωρημένην, ὅπως ἂν ἡμᾶς ἀληθῶς μυήσῃ τὸ θείας αὐτὴν εἶναι καὶ ἱερᾶς ὑποτύπωσιν, διδάσκει δὲ καὶ τοῦτο σαφῶς ἡ θεολογία τὸ δι' ἀγγέλων αὐτὴν εἰς ἡμᾶς προελθεῖν ὡς τῆς θεονομικῆς τάξεως ἐκεῖνο θεσμοθετούσης τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγεσθαι; Καὶ γὰρ οὐ μόνον ἐπὶ τῶν ὑπερκειμένων τε καὶ ὑφειμένων νοῶν, ἀλλὰ κἀν τοῖς ὁμοταγέσιν οὗτος ὁ θεσμὸς ὥρισται παρὰ τῆς πάντων ὑπερουσίου ταξιαρχίας τὸ καθ' ἑκάστην ἱεραρχίαν πρώτας καὶ μέσας καὶ τελευταίας εἶναι τάξεις τε καὶ δυνάμεις καὶ τῶν ἡττόνων εἶναι τοὺς θειοτέρους μύστας καὶ χειραγωγοὺς ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ ἔλλαμψιν καὶ κοινωνίαν.
House translation: But if someone should say that theophanies have also come to be, immediately and of themselves, in some of the saints, let him learn this too clearly from the most holy oracles: that the hidden thing of God, whatever it is, “no one has seen,” nor will see; but theophanies have come to the holy according to showings-out of sacred visions that befit God, through certain sacred things, and in a measure proper to those who see. And the all-wise theology, reasonably, calls that vision a theophany — the vision which, drawn in itself, showed out the divine likeness, as in a forming of things without form — because of the upward leading of those who see toward the divine, since through it a divine illumination comes to be in those who see, and they are initiated in a holy way into something of the divine things themselves. Our renowned fathers were initiated into these divine visions through the midst of the heavenly powers. Or does not the tradition of the oracles say that the sacred law-giving of the Law was given, of itself, from God to Moses, so that it might truly initiate us into this: that it is a pattern of what is divine and sacred? And yet the theology also teaches this clearly: that it came forth to us through angels, the God-ruled order having ordained this, that the second things are led up to the divine through the first. For this ordinance has been appointed, by the beyond-being rank-source of all, not only among the higher and the lower intelligences, but also among those of the same rank: that in each hierarchy there are first and middle and last ranks and powers, and that the more divine are initiators and hand-leaders of the lesser toward the divine approach and illumination and sharing.
- “No one has seen” is John 1:18 (cf. 1 John 4:12). “Theophany” is kept as in the live chapter VII register (θεοφάνεια, God-appearance).
IV.4 (the mystery of Jesus, and the Angel of great counsel)
Greek (Migne PG 3): Ὁρῶ δὲ ὅτι καὶ τὸ θεῖον τῆς Ἰησοῦ φιλανθρωπίας μυστήριον ἄγγελοι πρῶτον ἐμυήθησαν, εἶτα δι' αὐτῶν εἰς ἡμᾶς ἡ τῆς γνώσεως χάρις διέβαινεν. Οὕτω γοῦν ὁ θειότατος Γαβριὴλ Ζαχαρίαν μὲν τὸν ἱεράρχην ἐμυσταγώγει τὸ προφήτην ἔσεσθαι τὸν ἐξ αὐτοῦ παρ' ἐλπίδα χάριτι θείᾳ γενησόμενον παῖδα τῆς ἀγαθοπρεπῶς καὶ σωτηρίως τῷ κόσμῳ ἐπιφανησομένης ἀνδρικῆς τοῦ Ἰησοῦ θεουργίας, τὴν δὲ Μαριὰμ ὅπως ἐν αὐτῇ γενήσεται τὸ θεαρχικὸν τῆς ἀφθέγκτου θεοπλαστίας μυστήριον. Ἕτερος δὲ τῶν ἀγγέλων τὸν Ἰωσὴφ ἐξεπαίδευεν ὅπως ἀληθῶς ἐκπεπλήρωται τὰ θειωδῶς ἐπηγγελμένα τῷ προγόνῳ Δαυίδ, ἄλλος δὲ τοὺς ποιμένας ὡς τῇ τῶν πολλῶν ἀναχωρήσει καὶ ἡσυχίᾳ κεκαθαρμένους εὐηγγελίζετο, καὶ σὺν αὐτῷ «Πλῆθος στρατιᾶς οὐρανίου» τὴν πολυύμνητον ἐκείνην παρεδίδου τοῖς ἐπὶ γῆς δοξολογίαν. Ἀνανεύσω δὲ καὶ πρὸς τὰς ὑπερτάτας τῶν λογίων φωτοφανείας. Ὁρῶ γὰρ ὅτι καὶ αὐτὸς Ἰησοῦς ἡ τῶν ὑπερουρανίων οὐσιῶν ὑπερούσιος αἰτία πρὸς τὸ καθ' ἡμᾶς ἀμεταβόλως ἐληλυθὼς οὐκ ἀποπηδᾷ τῆς ὑπ' αὐτοῦ ταχθείσης τε καὶ αἱρεθείσης ἀνθρωποπρεποῦς εὐταξίας, ἀλλ' εὐπειθῶς ὑποτάττεται ταῖς τοῦ πατρὸς καὶ θεοῦ δι' ἀγγέλων διατυπώσεσιν, καὶ διὰ μέσων αὐτῶν ἀγγέλλεται τῷ Ἰωσὴφ ἡ πρὸς τοῦ πατρὸς οἰκονομηθεῖσα τοῦ υἱοῦ πρὸς Αἴγυπτον ἀναχώρησις καὶ αὖθις ἡ πρὸς τὴν Ἰουδαίαν ἐξ Αἰγύπτου μεταγωγή, καὶ δι' ἀγγέλων αὐτὸν ὁρῶμεν ὑπὸ ταῖς πατρικαῖς θεσμοθεσίαις ταττόμενον. Ἐῶ γὰρ εἰπεῖν ὡς εἰδότι τὰ ταῖς ἱερατικαῖς ἡμῶν παραδόσεσιν ἐκπεφασμένα καὶ περὶ τοῦ ἀγγέλου τοῦ τὸν Ἰησοῦν ἐνισχύσαντος ἢ ὅτι καὶ αὐτὸς Ἰησοῦς κατὰ τὴν ἡμῶν σωστικὴν ἀγαθουργίαν εἰς ἐκφαντορικὴν ἐληλυθὼς τάξιν «Ἄγγελος μεγάλης βουλῆς» ἀνηγόρευται. Καὶ γὰρ ὡς αὐτὸς ἀγγελοπρεπῶς φησιν, ὅσα ἤκουσε παρὰ τοῦ πατρὸς ἀνήγγειλεν ἡμῖν.
House translation: I see also that angels were first initiated into the divine mystery of the man-loving-kindness of Jesus, and then through them the grace of the knowledge passed over to us. Thus the most divine Gabriel was initiating Zechariah the hierarch into this: that the child to be born from him, beyond hope, by divine grace, would be a prophet of the man-worked divine-working of Jesus, which would appear to the world in a manner fitting the Good and for salvation; and he was initiating Mary into how the God-source mystery of the unspeakable God-fashioning would come to be in her. Another of the angels was teaching Joseph how the things divinely promised to his forefather David had truly been fulfilled; another was bringing good news to the shepherds, as men cleansed by withdrawal from the many and by quiet; and with him “a multitude of the heavenly army” was handing over to those on earth that much-sung doxology. I will lift my eyes also to the highest showings of light in the oracles. For I see that Jesus himself, the beyond-being cause of the above-heavenly beings, having come to what is ours without change, does not leap away from the human-fitting good order that was set and chosen under him, but is submitted, obediently, to the Father’s and God’s arrangements through angels; and through their midst the withdrawal of the Son into Egypt, managed by the Father, is announced to Joseph, and again the bringing back from Egypt into Judea; and we see him, through angels, being set under the Father’s law-givings. For I forbear to say, to one who already knows the things shown out in our priestly traditions, also about the angel who strengthened Jesus, or that Jesus himself, having come, according to the good-working that saves us, into a showing-out rank, has been proclaimed “Angel of great counsel.” For, as he himself says in a manner fitting an angel, whatever he heard from the Father he has announced to us.
- “A multitude of the heavenly army” is Luke 2:13. “Angel of great counsel” is Isaiah 9:6 in the Greek (LXX); it is not softened or omitted.
- “God-fashioning” (θεοπλαστία) is the unspeakable fashioning of God in Mary; “divine-working” (θεουργία) is kept close to the Greek.
- The angel who strengthened Jesus is Luke 22:43. Dionysius says he forbears to speak of it at length to one who already knows the priestly traditions.
Verification: Single translator (Anvil), from the public-domain Greek of Migne PG 3 (Aegean transcription). Uncertain readings are marked. Chapter VII is the existing Hall House translation and was not rewritten here.
